Ancient Greek · ~5 min
Book 7
Heliodorus of Emesa, Aethiopica 7.16
Not analysed yet
καὶ πολλοῖς τοιούτοις εὔθυμον αὐτὴν καὶ τῶν κατὰ γνώμην εὔελπιν παρασκευάσασα, ἅ τε προσήκει πράττειν καὶ ὅπως προσφέρεσθαι τοῖς ξένοις παρεγγυήσασα. ἐπεὶ δ̓ οὖν ἐπέστη, τί πολυπραγμονεῖς ὦ τέκνον; ἔλεγεν. ὃ δέ, τοὺς ἔνδον, ἔφη, ξένους οἵ τινές εἰσιν ἢ πόθεν. οὐ θέμις ὦ παῖ, πρὸς αὐτὸν ἡ Κυβέλη, ἀλλ̓ ἐχεμύθει καὶ κατὰ σαυτὸν ἔχε καὶ μηδενὶ φράζε, μηδὲ ἐπιμίγνυσο τὰ πολλὰ τοῖς ξένοις: οὕτω γὰρ δέδοκται τῇ δεσποίνῃ. ἐκεῖνος μὲν οὖν ἀπῄει ῥᾷστα τῇ μητρὶ πεπεισμένος, σύνηθές τι καὶ ἀφροδίσιον διακόνημα τῇ Ἀρσάκῃ τὸν Θεαγένην ὑποτοπήσας. καὶ ἀπιών, οὐχ οὗτός ἐστι, πρὸς ἑαυτὸν ἔλεγεν, ὃν ἐγὼ πρώην παρὰ Μιτράνου τοῦ φρουράρχου παραλαβὼν ὥστε ἄγειν πρὸς Ὀροονδάτην, ἀναπεμφθησόμενον βασιλεῖ τῷ μεγάλῳ, ὑπὸ Βησσαέων τε καὶ Θυάμιδος ἀφῃρέθην, μικροῦ καὶ τὸν περὶ τοῦ ζῆν ὑποστὰς κίνδυνον καὶ μόνος ἐκ τῶν ἀγόντων διαδρᾶναι δυνηθείς; μὴ ἄρα σφάλλουσί με οἱ ὀφθαλμοί; ἀλλὰ ῥᾷον ἔχω μὲν καὶ διαβλέπω σχεδόν τι λοιπὸν συνήθως. καὶ μὴν καὶ τὸν Θύαμιν ἀκήκοα παρεῖναι τῇ προτεραίᾳ, καὶ διαμονομαχήσαντα πρὸς τὸν ἀδελφὸν ἀνακεκομίσθαι τὴν ἱερωσύνην. οὗτος ἄρα ἐκεῖνος ἐστίν. ἀλλὰ τὸ παρὸν σιγητέον τὸν ἀναγνωρισμόν: ἅμα δὲ παρατηρητέον τίς ποτε ἡ περὶ τοὺς ξένους διάνοια τῆς δεσποίνης.