# Aethiopica 7.17

Heliodorus of Emesa, Aethiopica, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/7.17

ὃ μὲν ταῦτα πρὸς ἑαυτόν, ἡ δὲ Κυβέλη πρὸς τους νέους εἰσδραμοῦσα ἴχνη τῶν θρήνων κατελάμβανε: πρὸς γὰρ τὸν ψόφον τῶν θυρῶν ἀνοιγομένων κατέστελλον μὲν ἑαυτοὺς καὶ πρὸς τὸ σύνηθες σχῆμα καὶ βλέμμα διαπλάττειν διέσπευδον, οὐ μὴν ἔλαθόν γε τὴν πρεσβῦτιν, τῶν δακρύων ἔτι τοῖς ὄμμασιν ἐπιπλανωμένων. ἀναβοήσασα οὖν, ὦ γλυκύτατα τέκνα, ἔλεγε, τί ταῦτα ἀωρὶ θρηνεῖτε, ἡνίκα προσήκει χαίρειν, ἡνίκα εὐδαιμονίζειν ἑαυτοὺς τῆς δεξιᾶς τύχης, Ἀρσάκης τὰ κάλλιστα καὶ τὰ κατ̓ εὐχὰς ἐφ̓ ὑμῖν διανοουμένης, καὶ ὀφθῆναί τε ὑμᾶς εἰς τὴν ἑξῆς ἐπινευσάσης, καὶ τὸ παρὸν πᾶσαν δεξίωσιν καὶ θεραπείαν ὑμῖν ἀποκληρωσάσης; ἀλλ̓ ἀπορριπτέον μὲν τοὺς ληρώδεις τούτους καὶ μειρακιώδεις τῷ ὄντι θρήνους, ὁρᾶν δὲ καὶ ῥυθμίζειν ἑαυτούς, εἴκειν τε καὶ ὑπηρετεῖσθαι τοῖς Ἀρσάκης βουλήμασι. καὶ ὁ Θεαγένης, μνήμη, ἔφη, ὦ μῆτερ, τῆς Καλασίριδος τελευτῆς εἰς λύπην ἡμᾶς ἀνεκίνησε, καὶ τὸ πατρικὸν ἐκείνου περὶ ἡμᾶς βούλημα ἀποβεβληκότας εἰς δάκρυα κατήγαγεν. ὕθλοι, ἔφη, ταῦτα. Καλάσιρις καὶ πατήρ τις προσποιητός, πρεσβύτης τῇ κοινῇ φύσει καὶ τῷ χρόνῳ τῆς ἡλικίας εἴξας. πάντα σοι πάρεστι δἰ ἑνός, προστασία πλοῦτος τρυφὴ καὶ ἀπόλαυσις τῆς ἐφ̓ ἡλικίας ἀκμῆς: καὶ ἁπλῶς τύχην σαυτοῦ νόμιζε καὶ προσκύνει τὴν Ἀρσάκην. μόνον ἐμοὶ πείθεσθε, πῶς μὲν αὐτῇ προσιτέον καὶ ὀπτέον ὅταν τοῦτο ἐπιτρέψῃ, πῶς δὲ χρηστέον καὶ ὑπουργητέον ὅταν τι προστάττῃ. τὸ γὰρ φρόνημα, ὡς οἶσθα, μέγα καὶ ὑπέρογκον καὶ βασίλειον, νεότητι καὶ κάλλει προσεξαιρόμενον, καὶ ὑπεροφθῆναι, εἴ τι κελεύοι, μὴ ἀνεχόμενον.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
