# Aethiopica 7.18

Heliodorus of Emesa, Aethiopica, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/7.18

πρὸς ταῦτα σιγήσαντος τοῦ Θεαγένους, καὶ καθ̓ ἑαυτὸν ὡς ἀηδῶν τινῶν καὶ μοχθηρῶν ἐστὶ δηλωτικὰ ἐννοοῦντος, ὀλίγον ὕστερον εὐνοῦχοι παρῆσαν λείψανα μὲν δῆθεν τῆς σατραπικῆς τραπέζης ἐπὶ χρυσῶν τῶν σκευῶν κομίζοντες, πᾶσαν δὲ πολυτέλειαν καὶ χλιδὴν ὑπεραίροντα, καί τούτοις εἰπόντες ἡ δέσποινα δεξιοῦται καὶ τιμᾷ τὸ παρὸν τοὺς ξένους, καὶ παραθέμενοι τοῖς νέοις παραχρῆμα ἀπεχώρουν. οἵ δὲ ἅμα μὲν τῆς Κυβέλης προτρεπούσης, ἅμα δὲ προορῶντες μὴ δοκεῖν ἐνυβρίζειν, ἀπεγεύοντο πρὸς βραχὺ τῶν παρακειμένων. καὶ τοῦτο καὶ εἰς ἑσπέραν ἐγίνετο, καὶ κατὰ τὰς ἄλλας λοιπὸν ἡμέρας. τῇ δ̓ οὖν ἑξῆς κατὰ πρώτην που τῆς ἡμέρας ὥραν οἱ συνήθεις εὐνοῦχοι παρόντες ὡς τὸν Θεαγένην, μετακέκλησαι ὦ μακάριε πρὸς τῆς δεσποίνης, ἔλεγον, καὶ ὀφθῆναί σε προστετάγμεθα: καὶ ἧκε τῆς εὐτυχίας ἀπολαύσων, ἧς ὀλίγοις δὴ καὶ ὀλιγάκις μεταδίδωσιν. ὃ δὲ μικρὸν ἐφησυχάσας, καὶ οἷον πρὸς βίαν ἑλκόμενος, διανέστη τε, καὶ μόνον δέ με ἥκειν ἐπέσταλται πρὸς αὐτοὺς ἔλεγεν, ἢ καὶ ἀδελφὴν ταυτηνὶ τὴν ἐμήν; τῶν δὲ μόνον ἀποκριναμένων, ἐκείνην δὲ καθ̓ ἑαυτὴν ὀφθήσεσθαι ʽνυνὶ γὰρ συμπαρεῖναι τῇ Ἀρσάκῃ τῶν ἐν τέλει τινὰς Περσῶν, καὶ ἄλλως ἔθος εἶναι ἀνδράσι μὲν ἰδίᾳ γυναιξὶ δὲ καθ̓ ἕτερον καιρὸν χρηματίζειν̓, προσκύψας ὁ Θεαγένης, οὔτε καλὰ ταῦτα οὔτε ἀνύποπτα πρὸς τὴν Χαρίκλειαν ἠρέμα εἰπών, ἀντακούσας δὲ ὡς δεήσοι μὴ ἀντιβαίνειν ἀλλὰ συντρέχειν τὴν πρώτην καὶ ἐνδείκνυσθαι ὡς πάντα πρὸς νοῦν τὸν ἐκείνης ποιήσοντα, εἵπετο τοῖς ἄγουσι. καὶ ὅπως δεήσει τὴν ἔντευξιν ποιεῖσθαι, καὶ τὸν τρόπον τῆς προσηγορίας ὑφηγουμένοις, καὶ ὡς ἔθος προσκυνεῖν τοὺς εἰσιόντας, οὐδὲν μὲν ἀπεκρίνατο:

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
