Ancient Greek · ~12 min
Book 7
Heliodorus of Emesa, Aethiopica 7.19.1
Not analysed yet
εἰσελθὼν δὲ καὶ προκαθημένην ἐφ̓ ὑψηλοῦ καταλαβών, ἁλουργῷ μὲν καὶ χρυσοπάστῳ τῇ ἐσθῆτι φαιδρυνομένην, ὅρμων δὲ πολυτελείᾳ καὶ τιάρας ἀξιώματι μεγαλαυχουμένην καὶ παντοίᾳ κομμωτικῇ πρὸς τὸ ἁβρότερον ἐξηνθισμένην, δορυφόρων τε συμπαρεστώτων καὶ τῶν ἐπὶ δόξης ἑκατέρωθεν προέδρων προκαθημένων, οὐκ ἔπτηξε τὸ φρόνημα, ἀλλ̓ ὥσπερ τῶν συγκειμένων αὐτῷ πρὸς τὴν Χαρίκλειαν ὑπὲρ τῆς θεραπευτικῆς ὑποκρίσεως ἐπιλελησμένος ἀντεξανέστη πλέον εἰς μεγαλοφροσύνην πρὸς τὸ ἀλαζονικὸν τῆς Περσικῆς θέας, καὶ οὔτε ὀκλάσας οὔτε προσκυνήσας, ἀλλ̓ ἀπ̓ ὀρθῆς τῆς κεφαλῆς, χαῖρε, ἔφη, βασίλειον αἷμα, Ἀρσάκη. τῶν δὲ παρόντων ἀγανακτούντων, καὶ θροῦν τινὰ ὅτι μὴ προσεκύνησε καταστασιαστικὸν τοῦ Θεαγένους ὡς τολμηροῦ καὶ θρασέος ἀφιέντων, ἡ Ἀρσάκη μειδιάσασα, σύγγνωτε, εἶπεν, ὡς ἀπείρῳ καὶ ξένῳ καὶ τὸ ὅλον Ἕλληνι καὶ τὴν ἐκεῖθεν ὑπεροψίαν καθ̓ ἡμῶν νοσοῦντι. καὶ ἅμα καὶ τῆς κεφαλῆς τὴν τιάραν ἀφεῖλε, πολλὰ τῶν παρόντων κωλυόντων ʽτοῦ γὰρ ἀμείβεσθαι τὸν ἀσπασάμενον σύμβολον τοῦτο πεποίηνται Πέρσαἰ, καὶ θάρσει ὦ ξένε εἰποῦσα διὰ τοῦ ἑρμηνέως ʽσυνιεῖσα γὰρ τὴν Ἑλλάδα γλῶτταν οὐκ ἐφθέγγετὀ, καὶ λέγε τίνος χρῄζεις ὡς οὐκ ἀποτευξόμενος, ἀπέπεμπε, νεύματι τοῦτο πρὸς τοὺς εὐνούχους ἐπισημήνασα. παρεπέμπετο δὲ μετὰ δορυφορίας. καὶ ὁ Ἀχαιμένης αὖθις θεασάμενος ἐγνώριζε μὲν ἀκριβέστερον, καὶ τῆς ἄγαν εἰς αὐτὸν τιμῆς τὴν αἰτίαν ὑποπτεύων ἐθαύμαζεν, ἐσίγα δ̓ οὖν ὅμως τὰ δεδογμένα πράττων. ἡ δὲ Ἀρσάκη τοὺς ἐν τέλει Περσῶν ἑστιάσασα, δῆθεν μὲν ὡς συνήθως ἐκείνους τιμῶσα, ἀληθέστερον δὲ τὴν πρὸς Θεαγένην ἔντευξιν εὐωχίαν ἄγουσα, οὐ μοίρας μόνον κατὰ τὸ εἰωθὸς τῶν ἐδεσμάτων τοῖς περὶ τὸν Θεαγένην ἀπέστελλεν, ἀλλὰ καὶ δάπιδάς τινας καὶ στρωμνὰς πεποικιλμένας, Σιδωνίας τε καὶ Λυδίας ἔργα χειρός. συναπέστελλε δὲ καὶ ἀνδράποδα ὑπηρετησόμενα, κόριον μὲν τῇ Χαρικλείᾳ παιδάριον δὲ τῷ Θεαγένει, τὸ μὲν γένος Ἰωνικά, τὴν δὲ ἡλικίαν ἥβης ἐντός, πολλὰ τὴν Κυβέλην παρακαλέσασα ἐπισπεύδειν καὶ ὡς ὅτι τάχιστα διανύειν τὸν σκοπόν ʽοὐ γὰρ ἔτι φέρειν τὸ πάθοσ̓, οὐδὲν οὐδὲ αὐτὴν ἀνιεῖσαν, ἀλλὰ παντοίως ἐκπεριιοῦσαν τὸν Θεαγένην: προδήλως μὲν γὰρ οὐκ ἐξέφαινε τὸ βούλευμα τῆς Ἀρσάκης, κύκλῳ δὲ καὶ δἰ αἰνιγμάτων εἰς τὸ συνιέναι προσβιβάζουσα, καὶ τήν τε περὶ αὐτὸν φιλοφροσύνην τῆς δεσποίνης μεγαλύνουσα, καὶ τὸ κάλλος, οὐ τὸ φαινόμενον μόνον ἀλλὰ καὶ τὸ ἐντὸς ἐσθῆτος, μετὰ τινῶν εὐλόγων προφάσεων ὑπ’ ὄψιν ἄγουσα, καὶ τὸ ἦθος ὡς ἐρασμία καὶ εὐόμιλος καὶ χαίρουσα τοῖς ἁβροτέροις καὶ ἀγερωχοτέροις τῶν νέων, καὶ ὅλως ἀπόπειραν ἐν οἷς διεξῄει λαμβάνουσα, εἰ προστρέχει τοῖς ἐπαφροδίτοις. καὶ ὁ Θεαγένης τὸ μὲν τῆς φιλοφροσύνης, καὶ ὡς φιλέλλην τὸ ἦθος, καὶ ὅσα τοιαῦτα, συνεπῄνει καὶ χάριν ὡμολόγει: τὰ δὲ ἐπαγωγὰ τῶν ἀτοπωτέρων, ὡς ἂν μηδὲ συνιεὶς τὴν ἀρχήν, ἑκὼν ὑπερέβαινε. πνιγμὸς τοίνυν εἶχε τὴν γραῦν, καὶ οἷον ἔλυζε τὴν καρδίαν, στοχαζομένη μὲν ὡς συνίησι τῆς προαγωγείας, ἀπαυθαδιαζόμενον δὲ καὶ διωθούμενον ὁρῶσα τὴν πεῖραν, καὶ τὴν Ἀρσάκην οὐκέτι φέρειν οἵα τε ἦν δἰ ὄχλου γινομένην καὶ καρτερεῖν οὐκέτι δύνασθαι λέγουσαν, καὶ τὴν ἐπαγγελίαν ἀπαιτοῦσαν, ἣν ἄλλοτε ἄλλαις προφάσεσιν ὑπερετίθετο ἡ Κυβέλη, νῦν μὲν βουλόμενον ἀποδειλιᾶν τὸν νεανίαν φάσκουσα, νῦν δὲ ἀνωμαλίαν τινὰ προσπεπτωκέναι πλαττομένη.