# Aethiopica 7.2

Heliodorus of Emesa, Aethiopica, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/7.2

ἡ δὲ Ἀρσάκη τὰ μὲν ἄλλα καλή τε ἦν καὶ μεγάλη καὶ συνεῖναι δραστήριος, τό τε φρόνημα ἐξ εὐγενείας ὑπέρογκος, καὶ οἷον εἰκὸς τὴν ἀδελφὴν βασιλέως τοῦ μεγάλου γεγονυῖαν, ἄλλως δὲ τὸν βίον ἐπίμωμος καὶ ἡδονῆς παρανόμου καὶ ἀκρατοῦς ἐλάττων. πρὸς γοῦν ἄλλοις καὶ τῷ Θυάμιδι παραιτία τῆς ἐκ Μέμφεως τότε φυγῆς ἐγεγόνει. ἄρτι γὰρ τοῦ Καλασίριδος διὰ τὰ ἐκ θεῶν αὐτῷ περὶ τῶν παίδων προθεσπισθέντα τῆς Μέμφεως ἑαυτὸν λάθρᾳ πάντων ἐξοικίσαντος, καὶ ἀφανοῦς ὄντος ἢ καὶ ἀπολωλέναι δοκοῦντος, τοῦ δὲ Θυάμιδος, ὡς ἂν πρεσβυτέρου παιδός, ἐπὶ τὴν προφητείαν κληθέντος καὶ τὰς εἰσιτηρίους θυσίας πανδημεὶ τελοῦντος, ἐντυχοῦσα κατὰ τὸν νεὼν τῆς Ἴσιδος ἡ Ἀρσάκη νεανίσκῳ χαρίεντι καὶ ἀκμάζοντι καὶ πρὸς τῆς ἐν χερσὶ πανηγύρεως πλέον ὡραϊσμένῳ ὀφθαλμούς τε ἐπέβαλεν οὐ σώφρονας καὶ νεύματα τῶν αἰσχροτέρων αἰνίγματα. καὶ ταῦτα ὁ μὲν Θύαμις οὐδὲ κατὰ μικρὸν προσίετο, φύσει τε καὶ ἐκ παίδων εὖ πεφυκὼς τὰ εἰς σωφροσύνην: καὶ τὰ πρὸς ἐκείνης δρώμενα πόρρω τε ἦν ὡς ἐδρᾶτο ὑποπτεύειν, καὶ τυχὸν ἄλλως πως γίνεσθαι ὑπετίθετο, τῶν ἱερῶν ὅλος γινόμενος. ὅ γε μὴν ἀδελφὸς αὐτοῦ Πετόσιρις καὶ πάλαι ζηλοτυπίαν ἐπ’ αὐτῷ νοσῶν τῆς ἱερωσύνης, τάς τε προσβολὰς τῆς Ἀρσάκης παρατηρήσας, ἀφορμὴν εἰς ἐπιβουλὴν τἀδελφοῦ τὴν ἐκείνης οὐκ ἔννομον πεῖραν ἐποιήσατο, καὶ τῷ Ὀροονδάτῃ λάθρᾳ προσιὼν κατεμήνυεν οὐ τὴν ἐκείνης ὄρεξιν μόνον, ἀλλ̓ ἤδη καὶ ὡς ὁ Θύαμις συγκατατίθοιτο προσεπιψευδόμενος. ὃ δὲ ῥᾳδίως πεισθεὶς ἐξ ὧν τὴν Ἀρσάκην προϋπώπτευε, τῇ μὲν κατ̓ οὐδὲν ἠνώχλει, σαφῆ τε ἔλεγχον οὐκ ἔχων, καὶ ἅμα φόβῳ καὶ αἰδοῖ τῇ περὶ τὸ βασίλειον γένος, εἴ τι καὶ ὑπώπτευεν, ἀνέχεσθαι βιαζόμενος: τῷ μέντοι γε Θυάμιδι θάνατον ἐκ προρρήσεως συνεχῶς διαπειλῶν οὐ πρότερον ἀνῆκεν, ἄχρις οὗ τὸν μὲν ἐφυγάδευσε, τὸν Πετόσιριν δὲ εἰς τὴν προφητείαν ἐγκατέστησεν.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
