# Aethiopica 7.20

Heliodorus of Emesa, Aethiopica, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/7.20

καὶ πέμπτης που λοιπὸν καὶ ἕκτης ἡμέρας παρῳχηκυίας ἤδη, καὶ τὴν Χαρίκλειαν τῆς Ἀρσάκης ἅπαξ που καὶ δεύτερον προσκεκλημένης καὶ εἰς τὸ τῷ Θεαγένει κεχαρισμένον μετὰ τιμῆς καὶ φιλοφροσύνης ἑωρακυίας, ἀναγκάζεται καὶ λευκότερον διαλεχθῆναι τῷ Θεαγένει, καὶ τὸν ἔρωτα ἀπαρακαλύπτως ἐξηγόρευε, πολλὰ καὶ μυρία ἀγαθὰ συγκατατιθεμένῳ διεγγυωμένη, καὶ τίς ἡ ἀτολμία προστιθεῖσα, τί δὲ τὸ ἀναφρόδιτον; νέος οὕτω καὶ καλὸς καὶ ἀκμαῖος γυναῖκα ὁμοίαν καὶ προστετηκυῖαν ἀπωθεῖται, καὶ οὐχ ἅρπαγμα οὐδὲ ἕρμαιον ποιεῖται τὸ πρᾶγμα, δέους μὲν οὐδενὸς ἐπόντος τῇ πράξει, μήτε τἀνδρὸς παρόντος, κἀμοῦ τῆς θρεψαμένης καὶ πάντα τἀπόρρητα διὰ χειρὸς ἐχούσης τὴν ὁμιλίαν διακονούσης, μήτε σοί τινος ἐπόντος κωλύματος, οὐ νύμφης, οὐ γαμετῆς παρούσης. καί τοι καὶ τούτων ὑπερεῖδον πολλοὶ πολλάκις, ὅσοι δὴ νοῦν ἔχοντες τοὺς μὲν οἰκείους ἔγνωσαν οὐδὲν ἐκ τούτου καταβλάψειν, αὑτοὺς δὲ ὠφελήσειν, κτήσεως χρημάτων προσγενομένης καὶ τῶν καθ̓ ἡδονὴν ἀπολαύσεων. τελευτῶσα δὲ καὶ ἀπειλήν τινα κατεμίγνυ τοῖς λεγομένοις, αἱ χρησταί, λέγουσα, καὶ φιλόνεοι γυναῖκες ἀμείλικτοι γίνονται καὶ βαρυμήνιδες ἀποτυγχάνουσαι, καὶ τοὺς ὑπερόπτας ὡς ὑβριστὰς εἰκότως ἀμύνονται. ταύτην δέ, ὅτι καὶ Περσὶς τὸ γένος, ἐννόει, καὶ ὡς βασίλειον αἷμα, τοῦτο δὴ τὸ τῆς σῆς προσρήσεως, καὶ ὡς πολλὴν ἐξουσίαν καὶ δύναμιν περιβέβληται, ὑφ̓ ἧς αὐτῇ καὶ τιμῆσαι τὸν εὔνουν καὶ κολάσαι τὸν ἐναντιούμενον ἐπ’ ἀδείας. σὺ δὲ καὶ ξένος καὶ ἔρημος, καὶ ὁ προσθησόμενος οὐδείς. φεῖσαι τὸ μέρος καὶ σαυτοῦ, φεῖσαι κἀκείνης. ἀξία δ̓ ἐστὶ παρὰ σοῦ φειδοῦς, εἰς τὰ δίκαια τῶν σῶν πόθων οὕτως ἐκμεμηνυῖα. εὐλαβήθητι καὶ μῆνιν ἐρωτικήν, φύλαξαι καὶ τὸ ἐκ τῆς ὑπεροψίας νεμεσητόν. πολλοὺς οἶδα μεταμεληθέντας. πεῖραν ἔχω σοῦ μᾶλλον τῶν Ἀφροδίτης. ἡ πολιὰ θρὶξ ἣν ὁρᾷς, αὕτη πολλοῖς τοιούτοις ἐνήθλησεν, ἀλλ̓ οὕτως ἄτεγκτον καὶ ἀνήμερον οὐκ ἔγνωκα. καὶ ἀποστρέψασα τὸν λόγον πρὸς τὴν Χαρίκλειαν ʽὑπ’ ἀνάγκης γὰρ κἀκείνης εἰς ἐπήκοον ἀπεθάρρησε τὰ τοιαῦτα διαλέγεσθαἰ, συμπαρακάλεσον, ἔφη, ὦ θύγατερ, καὶ σὺ τὸν οὐκ οἶδ̓ ὅν τινα προσείπω προσηκόντως ἀδελφόν σου τοῦτον. συνοίσει καὶ σοὶ τὸ πρᾶγμα: οὐκ ἔλαττον ἀγαπηθήσῃ, πλέον τιμηθήσῃ, πλουτήσεις εἰς κόρον, γάμου σοι προνοήσει λαμπροῦ. ζηλωτὰ δὲ ταῦτα καὶ εὖ πράττουσι, μή τοί γε δὴ ξένοις καὶ ἐν ἐνδείᾳ τὸ παρὸν ἐξεταζομένοις.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
