# Aethiopica 7.21

Heliodorus of Emesa, Aethiopica, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/7.21

ἡ δὲ Χαρίκλεια σεσηρός τι καὶ κατεσμυγμένον ὑποβλέψασα, εὐκτὸν μὲν ἦν, ἔφη, καὶ κάλλιστον μηδὲν τοιοῦτον ὑποστῆναι τὴν πάντα ἀρίστην Ἀρσάκην, εἰ δὲ μή, δεύτερα γοῦν ἐγκρατείᾳ φέρειν τὸ πάθος. ἀλλ̓ ἐπειδή τι πέπονθεν ἀνθρώπινον, καὶ νενίκηται, ὡς φῄς, καὶ ἥττων ἐστὶ τῆς ἐπιθυμίας, συμβουλεύσαιμ̓ ἂν καὶ αὐτὴ Θεαγένει τούτῳ τὴν πρᾶξιν, εἰ τὸ ἀσφαλὲς αὐτῷ προσείη, μὴ ἀρνεῖσθαι, μὴ δή τι λάθοι κακὸν αὐτός τε ἑαυτὸν κἀκείνην ἐργασάμενος, εἰ ταῦτα εἰς φῶς ἔλθοι καὶ γνοίη ποθὲν τὸ παράνομον τῶν δεδραμένων ὁ σατράπης. ἀνήλατο πρὸς τοὺς λόγους ἡ Κυβέλη, καὶ περιπτύξασα καὶ φιλήσασα πολλὰ τὴν Χαρίκλειαν, εὖ γε, ἔφη, ὦ τέκνον, ὅτι καὶ γυναῖκα ὁμοίαν σοι τὴν φύσιν ἠλέησας καὶ τῆς ἀσφαλείας τἀδελφοῦ πεφρόντικας. ἀλλὰ τούτου γε ἕνεκα θάρσει, ὡς οὐδ̓ ὁ ἥλιος, τοῦτο δὴ τὸ τοῦ λόγου, γνώσεται. πέπαυσο τὸ παρόν, ἔφη ὁ Θεαγένης, καὶ ἔνδος ἡμῖν εἰς ἐπίσκεψιν. ἐξελθούσης δὲ παραχρῆμα τῆς Κυβέλης, ὦ Θεάγενες, ἔλεγεν ἡ Χαρίκλεια, ὁ μὲν δαίμων τοιαῦτα ἡμῖν προξενεῖ τὰ εὐτυχήματα ἐν οἷς πλέον ἐστὶ καὶ τὸ κακῶς πράττειν τῆς δοκούσης εὐπραγίας. πλὴν ἀλλὰ συνετῶν γέ ἐστι καὶ τὰ δυστυχήματα ἐκ τῶν ἐνόντων πρὸς τὸ βέλτιστον διατίθεσθαι. εἰ μὲν οὖν ἔχεις γνώμης καὶ τελείως δρᾶσαι τὸ ἔργον, οὐκ ἔχω λέγειν, καί τοί γε οὐκ ἂν σφόδρα διενεχθεῖσα, εἰ πάντως ἡμῖν ἐν τούτῳ τὸ σώζεσθαι καὶ μὴ περιλείπεται. εἰ δὲ εὖ ποιῶν ἄτοπον δοκιμάζεις τὸ αἰτούμενον, ἀλλὰ σύ γε πλάττου τὸ συγκατατίθεσθαι, καὶ τρέφων ἐπαγγελίαις τῆς βαρβάρου τὴν ὄρεξιν, ὑπερθέσει ὑπότεμνε τὸ πρὸς ὀξύ τι καθ̓ ἡμῶν βουλεύσασθαι, ἐφηδύνων ἐλπίδι καὶ καταμαλάττων ὑποσχέσει τοῦ θυμοῦ τὸ φλεγμαῖνον. εἰκός τινα καὶ λύσιν θεῶν βουλήσει τὸν μεταξὺ χρόνον ἀποτεκεῖν. ἀλλ̓ ὦ Θεάγενες, ὅπως μὴ ἐκ τῆς μελέτης εἰς τὸ αἰσχρὸν τοῦ ἔργου κατολισθήσῃς. μειδιάσας οὖν ὁ Θεαγένης, ἀλλὰ σύ γε οὐδὲ ἐν τοῖς δεινοῖς, ἔφη, τὴν γυναικῶν ἔμφυτον νόσον ζηλοτυπίαν ἐκπέφευγας. ἐμὲ δὲ ἴσθι μηδὲ πλάσασθαι τα τοιαῦτα δύνασθαι: ποιεῖν γὰρ τὰ αἰσχρὰ καὶ λέγειν ὁμοίως ἀπρεπές. καὶ ἄλλως τὸ ἀπογνῶναι τὴν Ἀρσάκην αὐτόθεν φέρει τι χάριεν, τὸ μηκέτι διοχλεῖν ἡμῖν. εἰ δὲ πάσχειν τι δέοι, φέρειν τὰ προσπίπτοντα ἤδη με πολλάκις ἥ τε τύχη καὶ ἡ γνώμη παρεσκεύασε. μὴ λάθῃς εἰς μέγα κακὸν ἡμᾶς ἐμβάλλων εἰποῦσα ἡ Χαρίκλεια ἐσιώπησε.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
