# Aethiopica 7.25

Heliodorus of Emesa, Aethiopica, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/7.25

ἐξῄεσαν οὖν, σύννους μὲν ὁ Θεαγένης καὶ τῶν πρακτέων εἰς ἐπίσκεψιν τὸ βλέμμα ἐπιστρέφων, ἐγγελῶν δὲ ὁ Ἀχαιμένης καὶ τοῦ Θεαγένους καταμωκώμενος, ὁ σοβαρὸς ἡμῖν ἀρτίως, λέγων, καὶ ὑπερήφανος, ὁ τὸν αὐχένα ἄκαμπτος καὶ μόνος ἐλεύθερος, ὁ τὴν κεφαλὴν νεύειν εἰς τὸ προσκυνεῖν οὐκ ἀνεχόμενος, νῦν που τάχα κλινεῖς, ἢ καὶ κονδύλοις ὑφέξῃ ταύτην παιδαγωγούμενος. ἡ δὲ Ἀρσάκη τοὺς ἄλλους ἀποπέμψασα, πρὸς μόνην τὴν Κυβέλην, νῦν μὲν δή, ἔφη, ὦ Κυβέλη, πᾶσα περιῄρηται πρόφασις, καὶ λέγε ἐλθοῦσα πρὸς τὸν ὑπερήφανον ὡς πειθόμενος μὲν ἡμῖν καὶ τὰ κατὰ νοῦν τὸν ἡμέτερον πράττων. ἐλευθερίας τε μεθέξει καὶ ἀφθόνως ἐν εὐπορίᾳ βιώσεται, τοῖς δὲ ἐναντίοις ἐπιμένων ἐρωμένης τε ὑπερφρονουμένης καὶ δεσποίνης ἅμα ἀγανακτούσης αἰσθήσεται, δουλείαν μὲν τὴν ἐσχάτην καὶ ἀτιμοτάτην ὑπηρετησόμενος, κολάσεως δὲ πᾶν εἶδος ὑποστησόμενος. ἦλθεν ἡ Κυβέλη καὶ ἀπήγγειλε τὰ παρὰ τῆς Ἀρσάκης, πολλὰ καὶ παῤ ἑαυτῆς εἰς προτροπὴν τῶν φαινομένων λυσιτελεῖν προστιθεῖσα. ὁ δὴ Θεαγένης ὀλίγον ἐπιμεῖναι παρακαλέσας, μόνος τε πρὸς τὴν Χαρίκλειαν ἰδιάσας, οἴχεται τὰ καθ̓ ἡμᾶς, ἔφη, Χαρίκλεια. πᾶν, τοῦτο δὴ τὸ τοῦ λόγου, πεῖσμα διέρρηκται, πᾶσα ἐλπίδος ἄγκυρα παντοίως ἀνέσπασται. καὶ οὐδὲ μετ̓ ὀνόματος γοῦν ἐλευθέρου δυστυχοῦμεν, ἀλλὰ δοῦλοι γεγόναμεν αὖθις ʽκαὶ ὅπως προσετίθεἰ καὶ βαρβαρικαῖς λοιπὸν ἐκκείμεθα αἰκίαις, ἢ πράττοντες τὰ δοκοῦντα τοῖς δεσποτεύουσιν, ἢ τοῖς κατακρίτοις ἐναριθμούμενοι. καὶ ταῦτα μέν, ἔφη, φορητά: τὸ δὲ πάντων βαρύτατον, Ἀχαιμένει τῷ Κυβέλης υἱεῖ πρὸς γάμον ἐκδώσειν ἡ Ἀρσάκη σε κατεπηγγείλατο. καὶ τοῦτο μὲν ὅτι μὴ ἔσται ἢ γινόμενον οὐκ ὄψομαι, δῆλον, ἕως ἄν ὁ βίος ξιφῶν τε καὶ ἀμυντηρίων εὐπορῇ: τί δὲ χρὴ πράττειν ἢ τίνα μηχανὴν ἐπινοεῖν ὥστε διακρούσασθαι τήν τε ἐμὴν πρὸς Ἀρσάκην καὶ τὴν σὴν πρὸς Ἀχαιμένην ἀπευκτὴν σύνοδον; μίαν, ἔφη πρὸς αὐτὸν ἡ Χαρίκλεια, κατανεύσας, τὴν ἑτέραν τὴν κατ̓ ἐμὲ διακωλύσεις. εὐφήμησον, ἔφη: μὴ γὰρ οὕτως ἡ δαίμονος τοῦ ἡμετέρου βαρύτης ἰσχύσειεν ὥστ̓ ἐμὲ τὸν Χαρικλείας ἀπείρατον ἄλλης ὁμιλίᾳ παρανόμως μιανθῆναι. ἀλλά τι δραστήριον ἐπινενοηκέναι μοι δοκῶ: εὑρετὶς ἄρα ἐστὶ λογισμῶν ἡ ἀνάγκη. καὶ ἅμα πρὸς τὴν Κυβέλην μεταστάς, ἀπάγγελλε, εἶπε, τῇ δεσποίνῃ βούλεσθαί με μόνῃ καὶ ἰδίᾳ τῶν ἄλλων ἐντυχεῖν.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
