# Aethiopica 7.28

Heliodorus of Emesa, Aethiopica, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/7.28

καὶ περὶ μὲν τούτων δεύτερος λόγος: τὸ δὲ παρόν, ὦ μῆτερ, τὴν μνηστὴν ἐβουλόμην, τὴν τὰ πάντα ἐμοὶ γλυκυτάτην Χαρίκλειαν, ἰδεῖν, εἴ πως τὸ δεδηγμένον τῆς ψυχῆς τῇ θέᾳ τῇ ἐκείνης διαιτῆσαι δυνηθείην. καὶ ἡ Κυβέλη, ποίαν μνηστὴν ὦ τέκνον; ἔοικάς μοι τὰ σμικρότατα τῶν κατὰ σαυτὸν ἀγανακτεῖν, τὰ μείζονα δὲ ἀγνοῶν λανθάνειν. οὐκέτι λαμβάνεις πρὸς γάμον τὴν Χαρίκλειαν. τί, ἔφη, λέγεις, ἀναβοήσας: οὐκ εἰμὶ ἄξιος γαμεῖν ὁμόδουλον ἐμαυτοῦ; διὰ τί ὦ μῆτερ; δἰ ἡμᾶς, ἔφη, καὶ τὴν ἡμετέραν παράνομον περὶ Ἀρσάκην εὔνοιάν τε καὶ πίστιν. ἐπειδὴ γὰρ ἐκείνην καὶ τῆς ἑαυτῶν ἀσφαλείας προτιμήσαντες, καὶ τὴν ἐκείνης ἐπιθυμίαν καὶ τῆς ἡμετέρας σωτηρίας ἐπίπροσθεν ἄγοντες, ἅπαντα καθ̓ ἡδονὴν συνεπράξαμεν, ἅπαξ που παρεισελθὼν εἰς τὸν θάλαμον ὁ γεννάδας οὗτος καὶ λαμπρὸς αὐτῆς ἐρώμενος, καὶ μόνον ὀφθείς, ἀναπέπεικε παραβῆναι μὲν τοὺς πρὸς σὲ γεγενημένους ὅρκους, αὐτῷ δὲ κατεγγυᾶν τὴν Χαρίκλειαν, οὐκ ἀδελφὴν ἀλλὰ μνηστὴν εἶναι διατεινόμενος. καὶ ἐπήγγελται ταῦτα ἐκείνη ὦ μῆτερ; ἐπήγγελται, παιδίον, ἀπεκρίνατο ἡ Κυβέλη, παρούσης ἐμοῦ καὶ ἀκουούσης: καὶ τοὺς γάμους αὐτῶν ἑστιάσει λαμπρῶς ὀλίγαις ὕστερον ἡμέραις. σοὶ δὲ ἄλλην συνοικιεῖν ἀντὶ ταύτης ἐπηγγέλλετο. βαρὺ δή τι πρὸς ταῦτα ἀνοιμώξας ὁ Ἀχαιμένης, καὶ τὼ χεῖρε διατρίψας, ἐγώ, ἔφη, πικρογάμους θήσω σύμπαντας: μόνον μοι σύμπραττε τὴν εἰς χρόνον σύμμετρον τῶν γάμων ὑπέρθεσιν. καὶ εἴ τις ἐπιζητοίη, κακοῦσθαί με κατ̓ ἀγρόν που συμπεσόντα ἀπάγγελλε. μνηστὴν ὁ γεννάδας ὀνομάζει τὴν ἀδελφήν, ὥσπερ οὐ συνιέντων ἐπὶ διακρούσει μόνῃ τῇ ἐμῇ ταῦτα πράττεσθαι. εἰ γὰρ περιβάλλοι, εἰ γὰρ φιλοίη καθάπερ δίκαιον νύμφην, εἰ καὶ συγκαθεύδοι, καθαρός τι ἔλεγχος ὅτι μὴ ἀδελφή, μνηστὴ δὲ ἐστίν. ἐμοὶ μελήσει ταῦτα, καὶ ὅρκοις καὶ θεοῖς τοῖς παραβαθεῖσι.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
