Ancient Greek
Book 7
Heliodorus of Emesa, Aethiopica 7.3
Not analysed yet
ἀλλὰ ταῦτα μὲν χρόνοις ἐγεγόνει προτέροις: τότε δ̓ οὖν ἡ Ἀρσάκη τοῦ πλήθους ἐπὶ τὴν οἴκησιν αὐτῆς συρρυέντος, καὶ τήν τε ἔφοδον τῶν ἐναντίων δηλοῦντος ἤδη καὶ αὐτῇ προῃσθημένῃ, καὶ τοῖς οὖσι τῶν στρατιωτῶν ἐπιτρέψαι συνεξελθεῖν αὐτοῖς αἰτοῦντος, οὐκ ἂν ἔφη ταῦτα προχείρως οὕτως ἐπιτρέψειν, οὔπω μὲν τὸ πλῆθος τῶν πολεμίων ὅσον, οὔπω δὲ οἵτινές εἰσιν ἢ πόθεν εἰδυῖα, καὶ πρός γε, οὐδὲ τὴν πρόφασιν δἰ ἣν ἐπεληλύθασι γινώσκουσα. χρῆναι οὖν ἄχρι τῶν τειχῶν διαβῆναι πρότερον, καὶ ἅπαντα ἐκεῖθεν κατοπτεύσαντας καὶ ἄλλους συλλαβόντας, οὕτω τοῖς δυνατοῖς καὶ λυσιτελοῦσιν ἐπιχειρεῖν. ἐδόκει καλῶς εἰρῆσθαι, καὶ ὥρμησαν ὡς εἶχον ἐπὶ τὸ τεῖχος. ἔνθα σκηνὴν ὑπὸ ἁλουργοῖς καὶ χρυσοϋφέσι παραπετάσμασιν ἐκ προστάγματος ἡ Ἀρσάκη πηξαμένη, πολυτελῶς τε αὑτὴν καλλωπίσασα καὶ ἐφ̓ ὑψηλῆς καθέδρας προκαθίσασα, τούς τε σωματοφύλακας ἐν ὅπλοις ὑποχρύσοις περιστήσασα, κηρύκειόν τε εἰς εἰρηνικῶν διαλέξεων σύμβολον ἀναδείξασα, τοὺς πρώτους καὶ ἐπιδόξους τῶν ἐναντίων πλησίον ἥκειν τοῦ τείχους προύτρεπεν. ὡς δὲ ὁ Θύαμις καὶ ὁ Θεαγένης αἱρεθέντες ὑπὸ τοῦ πλήθους ἀφίκοντο καὶ ἔστησαν ὑπὸ τῷ τείχει, τὰ μὲν ἄλλα ὡπλισμένοι, γυμνοὶ δὲ τοῦ κράνους, ὁ κῆρυξ τάδε ἔλεγεν. Ἀρσάκη λέγει πρὸς ὑμᾶς, Ὀροονδάτου μὲν τοῦ πρώτου σατράπου γυνή, μεγάλου δὲ βασιλέως ἀδελφή: τί βουλόμενοι καὶ τίνες ὄντες, ἢ τίνα αἰτίαν ἐπάγοντες, τὴν ἔφοδον ἐτολμήσατε; οἳ δὲ τὸ μὲν πλῆθος εἶναι Βησσαέων ἀπεκρίναντο, ἑαυτὸν δὲ ὁ Θύαμις ὅστις εἴη, καὶ ὅτι παρανομηθεὶς ὑπό τε τοῦ ἀδελφοῦ Πετοσίριδος καὶ Ὀροονδάτου, τῆς τε προφητείας ἐξ ἐπιβουλῆς ἀφαιρεθείς, ἐπὶ ταύτην ὑπὸ Βησσαέων κατάγοιτο. καὶ εἰ μὲν ἀπολαμβάνοι τὴν ἱερωσύνην, εἰρήνην τε εἶναι, καὶ Βησσαέας εἰς τὴν οἰκείαν ἐπανήξειν οὐδενὶ κατ̓ οὐδὲν λυμηναμένους: εἰ δὲ μή, πολέμῳ κριτῇ καὶ τοῖς ὅπλοις: ἐπιτρέψειν. χρῆναι δὲ καὶ Ἀρσάκην, εἴπερ τι διανοεῖται τῶν προσηκόντων, εἰς καιρὸν τῆς εἰς αὐτὴν ἐπιβουλῆς ἐκ Πετοσίριδος τὴν ἄμυναν εἰσπράττεσθαι, καὶ τῶν ἀθεμίτων διαβολῶν, ἃς ψευδῶς πρὸς Ὀροονδάτην ποιησάμενος ἐκείνῃ μὲν πρὸς τὸν ἄνδρα παρανόμου καὶ αἰσχρᾶς ἐπιθυμίας ὑποψίαν, αὐτῷ δὲ τὴν ἐκ τῆς πατρίδος φυγὴν ἐπιβεβληκὼς τυγχάνοι. πρὸς ταῦτα διεταράχθη μὲν καὶ σύμπαν τὸ Μεμφιτῶν πλῆθος, τόν τε Θύαμιν ἀναγνωρίζοντες, καὶ τῆς ἀπροσδοκήτου φυγῆς αὐτῷ τὴν αἰτίαν ἐν ἀρχῇ μὲν καὶ ἡνίκα ἐγίνετο ἀγνοήσαντες, ἐκ δὲ τῶν λεχθέντων δἰ ὑποψίας τε ἄγοντες καὶ ἀλήθειαν εἶναι πιστεύοντες