# Aethiopica 7.5

Heliodorus of Emesa, Aethiopica, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/7.5

ταῦτα τῆς Ἀρσάκης εἰπούσης οἱ μὲν κατὰ τὴν πόλιν ἅπαντες ἀνεβόησαν καὶ τὰ εἰρημένα ἐπῄνουν, ἅμα μὲν εἰς ὑποψίαν μοχθηρᾶς προαιρέσεως κατὰ τοῦ Πετοσίριδος κεκινημένοι, ἅμα δὲ καὶ τὸν ἐν ὀφθαλμοῖς καὶ ὅσον οὔπω προσδοκώμενον κίνδυνον αὐτός τις ἕκαστος εἰς τὸν δἰ ἑτέρων ἀγῶνα διώσασθαι δοκιμάζων: οἱ πολλοὶ δὲ Βησσαέων ἐῴκεσαν οὐκ ἀρεσκομένοις οὐδὲ ἐκδοῦναι προκινδυνεύειν σφῶν τὸν ἔξαρχον βουλομένοις, ἄχρις ὁ Θύαμις ἔπεισε συγκαταθέσθαι, τό τε ἀσθενὲς καὶ τὴν εἰς πολέμους ἀπειρίαν τοῦ Πετοσίριδος καταμηνύων, καὶ ὡς ἐκ πολλοῦ τοῦ περιόντος ἔσται αὐτῷ τὰ τῆς μάχης ἐπιθαρρύνων. ἅπερ, ὡς ἔοικε, καὶ ἡ Ἀρσάκη λαβοῦσα ἐνθύμιον τὴν μονομαχίαν προύθηκεν, ἀνύποπτον ἑαυτῇ κατορθωθήσεσθαι τὸν σκοπὸν συνορῶσα, καὶ ὡς ὁ Πετόσιρις ἀραρότως αὐτῇ δίκην ὑφέξει πρὸς πολλῷ γενναιότερον τὸν Θύαμιν διαγωνιζόμενος. ἦν οὖν καὶ λόγου θᾶττον ὁρᾶν τὰ τῆς προστάξεως περαινόμενα, τοῦ Θυάμιδος προθυμίᾳ πάσῃ τὴν πρόκλησιν ἐπισπεύδοντος, καὶ τὰ λειπόμενα τῶν ὅπλων ἐν κόσμῳ τῷ γινομένῳ γεγηθότως ἀναλαμβάνοντος, πολλὰ καὶ τοῦ Θεαγένους ἐπιθαρσύνοντος, καὶ τό τε κράνος τῇ κεφαλῇ περιτιθέντος εὔλοφόν τε καὶ ὑποχρύσῳ μαρμαρυγῇ πυρσευόμενον, καὶ τἆλλα τῶν ὅπλων πρὸς τὸ ἀσφαλὲς διαδέοντος, τοῦ δὲ Πετοσίριδος καὶ ὑπ’ ἀνάγκης πυλῶν τε ἐκτὸς ἐκ προστάγματος τῆς Ἀρσάκης ὠθουμένου, πολλά τε εἰς παραίτησιν βοῶντος καὶ πρὸς βίαν ἐξοπλιζομένου. θεασάμενος δὲ αὐτὸν ὁ Θύαμις, ὦγαθέ, ἔφη, Θεάγενες, οὐχ ὁρᾷς ὅπως τῷ δέει πάλλεται ὁ Πετόσιρις; ὁρῶ, ἔφη: ἀλλὰ πῶς χρήσῃ τοῖς προκειμένοις; οὐ γὰρ ἁπλῶς πολέμιος ἀλλὰ καὶ ἀδελφὸς ὁ ἐναντίος. ὃ δέ, εὖ λέγεις, εἶπε, καὶ τοῦ σκοποῦ τῆς ἐμῆς διανοίας ἐστοχασμένως. νικῆσαι δ̓ οὖν θεοῦ νεύοντος, οὐκ ἀποκτεῖναι προῄρημαι: μὴ γὰρ οὕτω ποτὲ ὀργὴ καὶ μῆνις ἐφ̓ οἷς προπέπονθα κρατήσειεν, ὡς αἵματος αὐταδέλφου καὶ φόνου καὶ μιάσματος ὁμογαστρίου ἄμυναν μὲν ἐπὶ τοῖς παρελθοῦσι τιμὴν δέ τινα ἐπὶ τοῖς μέλλουσιν ἀλλάξασθαι. γενναίου τὰ ῥήματα, ἔφη ὁ Θεαγένης, καὶ γνωρίζοντος εὖ τὴν φύσιν. ἀλλ̓ ἐμοὶ δῆτα τί παραφυλάττειν ἐπιστέλλεις; καὶ ὅς, ὁ μὲν προκείμενος ἀγὼν εὐκαταφρόνητος: ἀλλ̓ ἐπειδὴ πολλὰ καὶ παράδοξα πολλάκις αἱ κατ̓ ἀνθρώπους τύχαι καινουργοῦσιν, εἰ μὲν κρατοίην, συνεισελεύσῃ τε εἰς τὸ ἄστυ καὶ συνοικήσεις ἐπὶ τοῖς ὁμοίοις, εἰ δέ τι τῶν παῤ ἐλπίδας ἀποβαίνοι, Βησσαέων ἡγήσῃ τούτων, εὔνοιαν πρὸς σὲ πολλὴν ἐχόντων, καὶ τὸν λῃστρικὸν διαθλήσεις βίον, ἕως ἄν τι τέλος τῶν κατὰ σὲ δεξιώτερον ὑποφήνῃ θεός.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
