Ancient Greek · ~11 min
Book 8
Heliodorus of Emesa, Aethiopica 8.1
Not analysed yet
ὁ γὰρ δὴ βασιλεὺς Αἰθιόπων ἀπάτῃ περιεληλυθὼς τὸν Ὀροονδάτην, καὶ θατέρου τῶν ἐπάθλων τοῦ πολέμου γεγονὼς ἐγκρατής, καὶ τὴν πόλιν ἐπίμαχον τὰς Φίλας ἀεὶ τυγχάνουσαν ἐκ προλήψεως ὑφ̓ αὑτῷ πεποιημένος, εἰς πᾶσαν ἀμηχανίαν, ὥστε καὶ κατηπειγμένως ποιεῖσθαι τὴν ἐκστράτειαν καὶ αὐτοσχέδιον τὰ πολλά, κατηνάγκαζεν. ἡ γὰρ πόλις αἱ Φίλαι κεῖται μὲν ἐπὶ τῷ Νείλῳ, τῶν ἐλαττόνων καταρρακτῶν ἀνωτέρω μικρόν, Συήνης δὲ καὶ Ἐλεφαντίνης ἑκατόν που τοῖς μεταξὺ σταδίοις διείργεται. ταύτην ποτὲ φυγάδες Αἰγύπτιοι καταλαβόντες καὶ ἐνοικήσαντες ἀμφίβολον Αἰθίοψί τε καὶ Αἰγυπτίοις κατέστησαν, τῶν μὲν τοῖς καταρράκταις τὴν Αἰθιοπίαν ὁριζομένων, Αἰγυπτίων δὲ καὶ τὰς Φίλας, κατὰ τὴν προενοίκησιν τῶν παῤ ἑαυτοῖς φυγάδων, ὡς ἂν δορυαλώτους ἑαυτοῖς προσνέμειν ἀξιούντων. συνεχῶς δὴ μεταπιπτούσης τῆς πόλεως, καὶ τῶν ἀεὶ προλαβόντων καὶ ἐπικρατούντων γινομένης, τότε δὲ ὑπὸ φρουρᾶς Αἰγυπτίων τε καὶ Περσῶν κατεχομένης, ὁ τῶν Αἰθιόπων βασιλεὺς πρεσβείαν ὡς τὸν Ὀροονδάτην στείλας ἐξῄτει μὲν καὶ τὰς Φίλας, ἐξῄτει δὲ καὶ τὰ σμαράγδεια μέταλλα, καὶ πάλαι περὶ τούτων, ὡς εἴρηται, διακηρυκευσάμενος καὶ οὐ τυχών. ὀλίγαις τε προφθῆναι τοὺς πρεσβευτὰς ἡμέραις ἐπιτρέψας ἐφείπετο, πάλαι προπαρασκευασάμενος δῆθεν ὡς ἐπ’ ἄλλον τινὰ πόλεμον, καὶ οὐδενὶ τὴν ὁρμὴν τῆς στρατείας φράσας. κἀπειδὴ τὰς Φίλας ὑπερβεβηκέναι τοὺς πρεσβευτὰς εἴκαζεν, ὀλιγωρίαν τοῖς τε ἐνοικοῦσι καὶ φρουροῖς ἐμποιήσαντας, καὶ ὡς ὑπὲρ εἰρήνης ἢ καὶ φιλίας πρεσβεύοιεν ἀπαγγείλαντας, αὐτὸς αἰφνίδιον ἐπιστὰς τήν τε φρουρὰν ἐξήλασε, δύο μέν που καὶ τριῶν ἡμερῶν ἀντισχοῦσαν, πλήθει δὲ τῶν ἐναντίων καὶ μηχαναῖς τειχομάχοις ἐνδοῦσαν, καὶ τὴν πόλιν κατέσχεν, οὐδενὶ τῶν ἐνοικούντων λυμηνάμενος. διὰ ταῦτα δὴ τεταραγμένον καταλαβὼν τὸν Ὀροονδάτην ὁ Ἀχαιμένης, καὶ ἅπαντα πεπυσμένον παρὰ τῶν διαδράντων, ἔτι πλέον ἐξετάραξεν ἀπροσδόκητός τε καὶ ἀπρόσκλητος ὀφθείς. καὶ μή τι δεινὸν περὶ τὴν Ἀρσάκην ἢ τὸν ἄλλον οἶκον γεγόνοι πυνθανομένῳ, γεγονέναι μὲν ὁ Ἀχαιμένης, ἰδίᾳ δὲ φράζειν βούλεσθαι ἀπεκρίνατο. κἀπειδὴ τῶν ἄλλων ἐχωρίσθησαν, ἅπαντα κατεμήνυεν, ὡς ὑπὸ Μιτράνου ληφθεὶς αἰχμάλωτος ὁ Θεαγένης ἀπέσταλτο πρὸς Ὀροονδάτην, δῶρον, εἰ δόξειεν, ὡς βασιλέα τὸν μέγαν ἀναπεμφθησόμενος ʽκαὶ γὰρ εἶναι τὸ χρῆμα τοῦ νεανίου τῆς βασιλέως αὐλῆς καὶ τραπέζης ἐπάξιον̓, ὡς ὑπὸ Βησσαέων ἀφαιρεθείη, προσανελόντων καὶ τὸν Μιτράνην, ὡς ἀφίκοιτο μετὰ ταῦτα εἰς τὴν Μέμφιν, παρενείρων ἅμα καὶ τὰ κατὰ τὸν Θύαμιν, καὶ τέλος τὸν ἐπὶ τῷ Θεαγένει τῆς Ἀρσάκης ἔρωτα, καὶ τὸν εἰς τὰ βασίλεια τοῦ Θεαγένους εἰσοικισμόν, καὶ τὰς περὶ αὐτὸν φιλοφρονήσεις, καὶ τὰς ἐκείνου διακονίας τε καὶ οἰνοχοΐας: καὶ ὡς πέπρακται μὲν ἤδη τῶν παρανόμων ἴσως οὐδέν, ἀνθισταμένου τέως τοῦ νεανίου καὶ ἀντέχοντος, δέος δὲ πραχθῆναι βιασθέντος ἢ καὶ τῷ χρόνῳ τοῦ ξένου πως ἐνδόντος, εἰ μὴ φθαίη τις αὐτὸν προαναρπάζων ἐκ τῆς Μέμφεως καὶ τὴν ὅλην τοῦ ἔρωτος ὑπόθεσιν τῆς Ἀρσάκης ὑποτεμνόμενος: διὰ γὰρ δὴ ταῦτα καὶ αὐτὸς ἐπειχθῆναι, καὶ λάθρᾳ διαδρὰς ἥκειν μηνυτής, εὐνοίᾳ τῇ περὶ τὸν δεσπότην ἀποκρύπτειν τὰ κατὰ τοῦ δεσπότου μὴ ἐνεγκών.