# Aethiopica 8.14

Heliodorus of Emesa, Aethiopica, Book 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/8.14

κἀπειδὴ τῶν σατραπείων ἐκτὸς γεγόνεισαν, ὁ μὲν Εὐφράτης κατὰ χώραν ἔμενεν, ὁ δὲ Βαγώας καὶ οἱ ἱππεῖς τῶν πολλῶν δεσμῶν ἐπικουφίσαντες τοὺς νέους, καὶ ὅσα φυλάττειν οὐ κολάζειν ἔμελλον ἐγκαταλιπόντες, ἐφ̓ ἵππου τε ἑκάτερον ἀναθέμενοι καὶ μέσους εἰς κύκλον περιστοιχισάμενοι, τάχους οὐδὲν ἀνιέντες ἐπὶ τὰς Θήβας ἤλαυνον. τὸ δὴ λειπόμενον τῆς νυκτὸς ἀδιαστάτως ὁδοιπορήσαντες καὶ κατὰ τὴν ἑξῆς ἡμέραν εἰς ὥραν που τρίτην οὐδαμοῦ γόνυ κάμψαντες, τῆς τε ἡλιακῆς ἀκτῖνος τὸν φλογμὸν οἷα δὴ θέρους ὥρᾳ καὶ κατ̓ Αἴγυπτον οὐκέτ̓ ἀνεχόμενοι, πιεζόμενοί τε ὑπὸ ἀγρυπνίας, καὶ πλέον τὴν Χαρίκλειαν πρὸς τῆς συνεχοῦς ἱππηλασίας ἀπειρηκυῖαν ὁρῶντες, ἔγνωσαν αὐτοῦ που κατασκήψαντες πνεῦσαι μὲν αὐτοί, ἀπαπνεῦσαι δὲ καὶ τὴν ἵππον, ἀναψῦξαι δὲ καὶ τὴν κόρην. καὶ ἦν γάρ τις ὄχθη καὶ ἄκρα τοῦ Νείλου, καθ̓ ἣν τῆς ἐπ’ εὐθὺ στάθμης τὸ ὕδωρ ἀνακοπὲν καὶ πρὸς ἑλιγμὸν ἡμίκυκλον ἐκτραπέν, πρός τε τὸ ἀντίθετον τῆς ἐκτροπῆς ἐπιστρέψαν, οἷον ἠπειρωτικόν τινα κόλπον ἀπετέλει τὸ περιγραφόμενον, πολλοῦ μὲν λειμῶνος οἷα δὴ διαρρεομένου τοῦ παντὸς ἀνάπλεων, πολλὴν δὲ πόαν καὶ χιλὸν ἄφθονον ἐνδαψιλεύσασθαι κτήνεσι νομὴν ἀπαυτοματίζοντα, δένδρεσί τε περσέαις καὶ συκομόροις καὶ ἄλλοις τοῖς Νείλου συννόμοις τε καὶ φίλοις ἐπηρεφῆ τε καὶ κατάσκιον. ἐνταῦθα ὁ Βαγώας ἅμα τοῖς ἀμφ̓ αὐτὸν ἐνηυλίσατο, σκηνὴν τὰ δένδρα ποιησάμενος: καὶ αὐτός τε σίτου μετέλαβε καὶ τοῖς περὶ τὸν Θεαγένην μετέδωκε, διωθουμένους τὰ πρῶτα ἐπαναγκάσας. καὶ ὡς περιττὸν εἴη σιτεῖσθαι τοὺς αὐτίκα τεθνηξομένους φάσκοντας μετέπειθεν, ὡς οὐδὲν ἔσται τοιοῦτο διεγγυώμενος, καὶ ὡς οὐκ ἐπὶ θάνατον, ἄγοιντο δὲ πρὸς Ὀροονδάτην ἐκδιδάσκων.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
