Ancient Greek · ~9 min
Book 8
Heliodorus of Emesa, Aethiopica 8.15
Not analysed yet
ἤδη δὲ τῆς ἄγαν μεσημβρίας χαλώσης, οὐκέτι τὴν κορυφὴν ἡλίου, πλάγια δὲ καὶ ἀπὸ τῶν δυσμικωτέρων βάλλοντος, τῶν τε περὶ τὸν Βαγώαν εἰς τὴν πορείαν διασκευαζομένων, ἐφίσταταί τις ἱππεὺς ὑπὸ συντόνου τῆς ἐλασίας, ὡς ἐδόκει, πνευστιῶν μὲν αὐτός, ἱδρῶτι δὲ καταρρεόμενον τὸν ἵππον χαλεπῶς ἀνέχων. καὶ πρὸς τὸν Βαγώαν ἰδίᾳ τι φράσας ἡσύχαζεν. ὃ δὲ εἰς βραχὺ κατηφήσας, καὶ ἐν συννοίᾳ τῶν ἀπαγγελθέντων γεγονέναι δόξας, ὦ ξένοι, ἔφη, θαρσεῖτε: δίκην ὑμῖν ὑπέσχεν ἡ πολεμία. τέθνηκεν Ἀρσάκη, βρόχον ἀγχόνης ἁψαμένη, ἐπειδὴ τὴν ὑμετέραν σὺν ἡμῖν ἔξοδον ἐπύθετο, καὶ τὸν ἐξ ἀνάγκης θάνατον αὐθαιρέτως προύλαβεν, οὐκ ἂν διαδράσασα τὴν ἐξ Ὀροονδάτου καὶ βασιλέως τιμωρίαν, ἀλλ̓ ἢ σφαγεῖσα ἢ τῷ λειπομένῳ τοῦ βίου πάντως ἐνασχημονοῦσα. ταυτὶ γὰρ φράζει καὶ ἐπιστέλλει διὰ τοῦ νῦν ἥκοντος Εὐφράτης. ὥστε θαρσεῖτε πλέον, καὶ θυμὸν ἔχετε ἀγαθόν, αὐτοὶ μὲν οὐδὲν ἠδικηκότες, ὡς ἀκριβῶς ἔγνων, τὴν δὲ ἀδικήσασαν ἐκποδὼν ἔχοντες. ταῦτα ἔλεγεν ὁ Βαγώας παραστησάμενος, ἀλλὰ καὶ ψελλιζόμενος τὴν Ἑλλάδα φωνήν, καὶ παράσημα τὰ πολλὰ ἐπισύρων. ἔλεγε δὲ ἅμα μὲν καὶ αὐτὸς χαίρων, τὸ ἀκόλαστον τῆς Ἀρσάκης καὶ τυραννικὸν ζώσης βαρυνόμενος, ἅμα δὲ τοὺς νέους ἐπιρρωννύς τε καὶ παρηγορούμενος, ἐλπίζων, ὅπερ ἦν, ἐπὶ μέγα παρὰ τῷ Ὀροονδάτῃ καὶ λαμπρῶς εὐδοκιμήσειν, εἰ περισώσειεν αὐτῷ νεανίαν τε πᾶσαν τὴν ἄλλην τοῦ σατράπου διακονίαν ἐπισκιάσοντα, καὶ κόρην ἀπρόσμαχόν τε τὸ κάλλος καὶ εἰς γυναῖκα, μετὰ Ἀρσάκην ἀπελθοῦσαν, ἐσομένην. ἔχαιρον δὲ καὶ οἱ περὶ τὸν Θεαγένην τῇ ἀκοῇ, θεούς τε μεγάλους καὶ δίκην ἀνακαλοῦντες οὐδὲν ἔτι πήσεσθαι δεινὸν ὑπετίθεντο, κἂν εἰ τὰ χαλεπώτατα διαδέχοιτο, τῆς ἐχθίστης κειμένης. οὕτως ἄρα ἡδύ τι καὶ τὸ ἀπόλλυσθαι, ὅταν συμβαίνῃ τοῖς ἐχθροῖς ἐπαπόλλυσθαι. δείλης οὖν ὀψίας ἤδη πρὸς τὸ εὐπνούστερον ἀναχεομένης καὶ πρὸς τὸ βάσιμον τὴν ὁδοιπορίαν ἐπιψυχούσης, ἄραντες ἤλαυνον αὐτήν τε τὴν ἑσπέραν καὶ τὴν συνεχῆ νύκτα καὶ τῆς συναπτομένης ἡμέρας τὰ ὄρθρια, σπουδὴν ποιούμενοι κατὰ τὰς Θήβας τὸν Ὀροονδάτην, εἰ δύναιντο, καταλαβεῖν. οὐ μὴν προυχώρει γε αὐτοῖς, ἀλλά τινος τῶν ἀπὸ τῆς στρατιᾶς καθ̓ ὁδὸν ἐντυχόντος, καὶ ὡς ἐξωρμήκοι μὲν τῶν Θηβῶν ὁ σατράπης ἀπαγγείλαντος, αὐτὸς δὲ ἀποσταλείη πάντα τινὰ στρατιώτην ἔνοπλον, κἂν εἰ πρὸς φρουραῖς εἴη καταλελειμμένος, ἐπισπεῦσαι πρὸς τὴν Συήνην κατεπείξων ʽἐμπεπλῆσθαι γὰρ ἅπαντα θορύβου, καὶ δέος εἶναι τὴν πόλιν ἡλωκέναι, τοῦ μὲν σατράπου καθυστεροῦντος, τοῦ δὲ Αἰθιοπικοῦ στρατοῦ θᾶττον ἀκοῆς ἐπιβρίσαντοσ̓, ἐκτραπεὶς τῶν Θηβῶν ὁ Βαγώας ἐπὶ τὴν Συήνην ἤλαυνεν.