# Aethiopica 8.2

Heliodorus of Emesa, Aethiopica, Book 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/8.2

κἀπειδὴ τούτοις θυμοῦ τὸν Ὀροονδάτην ἐμπεπλήκει, καὶ ὅλος πρὸς ἀγανάκτησιν καὶ τιμωρίαν ἐξῄει, δἰ ἐπιθυμίας αὖθις ἐξέκαε τὰ κατὰ τὴν Χαρίκλειαν προστιθεὶς καὶ ἐπὶ μέγα, ὥσπερ ἦν, ἐξαίρων, καὶ τὸ κάλλος παντοίως ἐκθειάζων καὶ τὴν ὥραν τῆς κόρης, ὡς οὔτε ὀφθείη πρότερον οὔτε αὖθις δυνήσεται, μικρὰ νόμιζε, λέγων, πάσας σοι τὰς παλλακίδας εἶναι παρὰ ταύτην, οὐ μόνον τὰς κατὰ τὴν Μέμφιν ἀλλὰ καὶ τὰς ἑπομένας. καὶ ἄλλα πολλὰ πρὸς τούτοις ὁ Ἀχαιμένης, ἐλπίζων, εἰ καὶ προσομιλήσειεν Ὀροονδάτης τῇ Χαρικλείᾳ, μικρὸν γοῦν ὕστερον ἐπὶ μισθῷ τῶν μηνυμάτων ἐξαιτήσας πρὸς γάμον ἕξειν. καὶ ὅλως ἐξηρέθιστο ἤδη καὶ διακαὴς ἦν ὁ σατράπης, θυμοῦ καὶ ἐπιθυμίας ἅμα ὥσπερ εἰς ἄρκυς ἐμβεβλημένος. καὶ οὐδὲ μικρὸν ὑπερθέμενος, Βαγώαν τινὰ τῶν πεπιστευμένων εὐνούχων προσκαλεσάμενος, ἱππέας τε πεντήκοντα ἐγχειρίσας, εἰς τὴν Μέμφιν ἐξέπεμπεν, ἄγειν ὡς αὐτὸν Θεαγένην τε καὶ Χαρίκλειαν ὡς ὅτι τάχιστα, καὶ οὗπερ ἂν αὐτὸς καταλαμβάνοιτο, ἐπιστείλας.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
