Ancient Greek
Book 8
Heliodorus of Emesa, Aethiopica 8.3
Not analysed yet
ἐνεχείριζε δὲ καὶ γράμματα, τὸ μὲν πρὸς Ἀρσάκην ὧδε ἔχον. Ὀροονδάτης Ἀρσάκῃ. Θεαγένην καὶ Χαρίκλειαν τοὺς αἰχμαλώτους μὲν ἀδελφοὺς βασιλέως δὲ δούλους, βασιλεῖ διαπεμφθησομένους ἀπόστειλον. ἀλλ̓ ἑκοῦσα ἀπόστειλον, ἐπεὶ καὶ ἀκούσης ἀχθήσονται καὶ Ἀχαιμένης πιστευθήσεται. πρὸς δὲ Εὐφράτην τὸν κατὰ τὴν Μέμφιν ἀρχιευνοῦχον τοιόνδε. ὑπὲρ μὲν ὧν οἰκίας τῆς ἐμῆς ὀλιγωρεῖς, εὐθύνας ὑφέξεις: τὸ παρὸν δὲ τοὺς ξένους Ἕλληνας τοὺς αἰχμαλώτους Βαγώᾳ παράδος ὡς ἐμὲ ἀχθησομένους, ἑκούσης Ἀρσάκης, εἴτε καὶ ἀκούσης. πάντως δὲ παράδος, ἢ αὐτὸς ἴσθι δέσμιος ἀχθῆναι προστεταγμένος, τῆς δορᾶς ἀφαιρησόμενος. οἱ μὲν δὴ περὶ τὸν Βαγώαν ἐπὶ τὸ προστεταγμένον ἐξώρμησαν, τῶν ἐπεσταλμένων παρὰ τοῦ σατράπου κατασεσημασμένων, ὡς ἂν μᾶλλον πιστεύσειαν οἱ κατὰ τὴν Μέμφιν καὶ θᾶττον τοὺς νέους ἐκδοῖεν: ἐξώρμησε δὲ καὶ Ὀροονδάτης ἐπὶ τὸν πρὸς Αἰθίοπας πόλεμον, ἕπεσθαι καὶ τὸν Ἀχαιμένην προστάξας, ἠρέμα καὶ οὐκ εἰδότα παραφρουρούμενον, ἕως ἂν τὰ πρὸς αὐτοῦ μηνυθέντα δείξειεν ἐπαληθεύων. κατὰ δὲ τὰς αὐτὰς ἡμέρας καὶ κατὰ τὴν Μέμφιν τοιάδε ἐγίνετο. ἄρτι τοῦ Ἀχαιμένους ἀποδράντος, ὁ Θύαμις ἤδη τὴν προφητείαν ὁλόκληρον ἀναδεδεγμένος καὶ τὰ πρῶτα τῆς πόλεως διὰ τοῦτο φερόμενος, τὰ περὶ τὴν κηδείαν τοῦ Καλασίριδος ἐκτελέσας καὶ τὰ νενομισμένα τῷ πατρὶ πάντα ἐν ἡμέραις ταῖς τεταγμέναις ἐπενέγκας, ἀναζητήσεως ἔννοιαν τῶν περὶ τὸν Θεαγένην ἐλάμβανεν, ὅτε δὴ παραιτεῖσθαι καὶ τοῖς θύραθεν ἐκ τοῦ προφητικοῦ νόμου διατεταγμένον ἐγίνετο. κἀπειδὴ πολυπραγμονῶν καὶ ἐκπυνθανόμενος ἔγνω τοῖς σατραπείοις ἐνῳκισμένους, ὡς εἶχε σπουδῆς, ἐλθὼν ὡς τὴν Ἀρσάκην ἐξῄτει τοὺς νέους ξένους, ὡς αὐτῷ κατὰ πολλὰ μὲν καὶ ἄλλα προσήκοντας, πλέον δὲ ὅτι περ ὁ πατὴρ Καλάσιρις τελευτῶν ἐπέσκηπτε παντοίως προνοεῖν καὶ ὑπερμαχεῖν τῶν ξένων ἐπιστείλας, χάριν μὲν ἔχειν ὁμολογῶν ὅτι τὰς διὰ μέσου ταύτας ἡμέρας ὑπεδέξατο νέους καὶ ξένους καὶ Ἕλληνας φιλανθρωπευομένη, καθ̓ ἃς ἐνδιαιτᾶσθαι τῷ ναῷ τοῖς μὴ ἱερωμένοις ἀπηγόρευτο, δικαιῶν δὲ ἀνακομίζεσθαι τὴν αὐτὸς αὑτοῦ παρακαταθήκην. καὶ ἡ Ἀρσάκη, θαυμάζω σου, ἔφη, χρηστὰ μὲν ἡμῖν καὶ φιλάνθρωπα προσμαρτυροῦντος, ἀπανθρωπίαν δὲ αὖθις καταγινώσκοντος, εἰ μὴ δυνησόμεθα ἢ βουλησόμεθα προνοεῖν τῶν ξένων καὶ τὰ πρέποντα αὐτοῖς ἀπονέμειν. οὐ τοῦτο, εἶπεν ὁ Θύαμις: καὶ γὰρ καὶ ἐν ἀφθονωτέροις τῇδε πλέον ἢ παῤ ἡμῖν οἶδα ἐσομένους, εἰ καὶ μένειν βουλομένοις ἦν. νυνὶ δὲ γένους ὄντες τῶν ἐπὶ δόξης, ἄλλως δὲ τύχης ἐπηρείαις ποικίλαις κεχρημένοι καὶ τὸ παρὸν ἀλητεύοντες, πάντων ἐπίπροσθεν ποιοῦνται γένος τὸ ἴδιον ἀνακομίσασθαι καὶ εἰς τὴν ἐνεγκοῦσαν ἐπανήκειν: ὧν εἰς τὴν σύλληψιν ἐμὲ κληρονόμον ὁ πατὴρ καταλέλοιπεν, ὄντων μοι καὶ ἄλλων φιλίας πρὸς τοὺς ξένους δικαιωμάτων. εὖ γε ἐποίησας, ἡ Ἀρσάκη πρὸς αὐτόν, τοῦ μὲν ἐκδυσωπεῖν ἀφέμενος, τὸ δὲ δίκαιον προβαλόμενος: πλέον γὰρ τοῦτο μεθ̓ ἡμῶν ὂν φαίνεται, ὅσῳ καὶ τὸ δεσποτεύειν τοῦ προνοεῖν τὴν ἄλλως εἰς τὸ ἔχειν ἐπικρατέστερον. ὁ δὲ Θύαμις θαυμάσας, δεσποτεύεις δέ, ἔφη, σὺ τούτων ὅπως; πολέμου νόμῳ, πρὸς αὐτὸν ἀπεκρίνατο, δούλους τοὺς αἰχμαλώτους ἀναδεικνύντος.