Ancient Greek · ~16 min
Book 8
Heliodorus of Emesa, Aethiopica 8.5.1
Not analysed yet
ἐπὶ τούτοις οὐκέτι κατέσχεν ἡ Ἀρσάκη, ἀλλ̓ ἔπασχεν ὃ δὴ καὶ πάντες ὡς ἐπίπαν οἱ ἐρῶντες. λανθάνειν μὲν οἰόμενοι καὶ ἐρυθριῶσιν, ἁλισκόμενοι δὲ ἀπαναισχυντοῦσιν, ὁ μὲν ἀγνοούμενος ὀκνηρότερος, ὁ δὲ πεφωραμένος θρασύτερος καθιστάμενος. ὡς δὴ κἀκείνῃ τὸ συνειδὸς τῆς ψυχῆς ἔλεγχος ἐγίνετο, καὶ τὸν Θύαμιν ὑπωπτευκέναι τι τῶν κατ̓ αὐτὴν ὑποτοπήσασα, παῤ οὐδὲν μὲν τὸν προφήτην καὶ τὸ προφητικὸν ἀξίωμα ποιησαμένη, πᾶσαν δὲ γυναικείαν αἰδῶ παραγκωνισαμένη, ἀλλ̓ οὐδὲ τῶν εἰς Μιτράνην, ἔφη, δεδραμένων ὑμῖν χαιρήσετε, ἀλλ̓ ἔσται καιρὸς ἐν ᾧ τοὺς σφαγέας ἐκείνου τε καὶ τῶν σὺν αὐτῷ τὴν δίκην Ὀροονδάτης εἰσπράξεται. τούσδε δὲ οὐ μεθήσομαι, τὸ μὲν παρὸν ἐμοὶ δουλεύοντας, ὀλίγον δὲ ὕστερον ἀδελφῷ τῷ ἐμῷ βασιλεῖ τῷ μεγάλῳ κατὰ νόμον τὸν Περσικὸν ἀναπεμφθησομένους. πρὸς ταῦτα ῥητόρευε, καὶ δίκαια καὶ πρέποντα καὶ συμφέροντα μάτην ὁριζόμενος, ὧν οὐδενὸς προσδεῖται ὁ κρατῶν, τὸ βούλημα τὸ ἴδιον τούτων ἕκαστον ποιούμενος. καὶ αὐλῆς τῆς ἡμετέρας ὡς ὅτι τάχιστα καὶ ἑκὼν μεθίστασο, μὴ δὴ λάθῃς καὶ ἄκων μεθιστάμενος. ὁ μὲν οὖν Θύαμις ἐξῄει θεούς τε ἐπιμαρτυράμενος καὶ τοσοῦτον ἐπισκήψας, ὡς οὐκ εἰς καλὸν ταῦτα τελευτήσει, κατάδηλα ποιῆσαι πρὸς τὴν πόλιν καὶ ἐπικαλέσασθαι πρὸς βοήθειαν ἐνθυμούμενος. ἡ δὲ Ἀρσάκη, λόγος οὐδείς εἰποῦσα τῆς σῆς προφητείας, μίαν ὁρᾷ προφητείαν ἔρως τὴν ἐπιτυχίαν, εἰς τὸν θάλαμόν τε χωρισθεῖσα καὶ τὴν Κυβέλην προσκαλεσαμένη περὶ τῶν παρόντων διεσκοπεῖτο: καὶ γάρ πως ἤδη καὶ τὸν δρασμὸν τοῦ Ἀχαιμένους οὐ φαινομένου δἰ ὑποψίας ἐλάμβανε, τῆς Κυβέλης, εἴ ποτε πυνθάνοιτο καὶ ἐπιζητοίη τὸν Ἀχαιμένην, ποικίλας καὶ ἄλλοτε ἄλλας προφάσεις ἀναπλαττούσης, καὶ πάντα μᾶλλον ἢ τὴν ὡς Ὀροονδάτην ἄφιξιν πιστεύειν παρασκευαζούσης, πλὴν οὐ παντάπασι τὰ τελευταῖα πειθούσης, ἀλλ̓ ἤδη διὰ τὸν χρόνον καὶ ἀπιστουμένης. τότε δ̓ οὖν, τί ποιήσομεν, ἔλεγεν, ὦ Κυβέλη; τίς λύσις ἔσται μοι τῶν περιεστηκότων; ὁ μὲν ἔρως οὐκ ἀνίησιν, ἀλλ̓ ἐπιτείνει πλέον, ὥσπερ ὕλῃ τῷ νέῳ λάβρως ὑποπιμπράμενος: ὃ δέ ἐστιν ἀπηνής τε καὶ ἀμείλιχος, φιλανθρωπότερος τὰ πρῶτα ἢ νῦν φαινόμενος, τότε μὲν ἀπατηλαῖς γοῦν ἐπαγγελίαις παρηγορῶν, νῦν δὲ παντάπασι καὶ ἀπερικαλύπτως τὰ πρός με ἀπαγορεύων. ὃ δή με καὶ διαταράττει μᾶλλον, μὴ δή τι περὶ Ἀχαιμένους ὧν ὑπονοῶ καὶ αὐτὸς πέπυσται, καὶ πλέον ἀποδειλιᾷ τὴν πρᾶξιν. λυπεῖ δὲ ἐπὶ πᾶσιν Ἀχαιμένης, ὃς νῦν μηνυτὴς ὡς Ὀροονδάτην πεπόρευται, ἢ πείσων ἴσως ἢ οὐ πάντως ἄπιστα λέξων. ὀφθείη μοι μόνον Ὀροονδάτης: μίαν θεραπείαν καὶ δάκρυον Ἀρσάκειον ἓν οὐχ ὑποστήσεται. μεγάλην εἰς πειθὼ κέκτηται πρὸς ἄνδρας ἴυγγα τὰ γυναικεῖα καὶ σύνοικα βλέμματα. ἀλλ̓ ἐκεῖνο ὑπέρδεινον, εἰ μὴ τυχοῦσα Θεαγένους προληφθείην ὑπὸ τῆς κατηγορίας, ἢ κἂν οὕτω τύχῃ, τῆς τιμωρίας, εἴ τι πρὶν ἐντυχεῖν μοι πιστεύσειεν Ὀροονδάτης. ὥστε ὦ Κυβέλη πάντα κίνει, πᾶσαν εὕρισκε μηχανήν, πρὸς ὀξὺ καὶ τὴν ἄκραν ἀκμὴν περιεστηκότα ἡμῖν ὁρῶσα τὰ πράγματα, καὶ ἅμα ἐννοοῦσα ὡς οὐκ ἔστιν ὅπως ἐμαυτῆς ἀπογνοῦσα φείσομαι ἄλλων, ἀλλὰ πρώτη παραπολαύσεις τῶν τοῦ παιδὸς ἐπιχειρημάτων: ἃ πῶς ἠγνόηκας, οὐκ ἔχω συμβάλλειν. καὶ ἡ Κυβέλη, παιδὸς μέν, ἔφη, τοῦ ἐμοῦ πέρι, καὶ πίστεως εἰς σὲ τῆς ἐμῆς, ὦ δέσποινα, οὐκ ἀληθῆ δοξάζουσα γνώσῃ τοῖς ἔργοις: αὐτὴ δὲ οὕτως ὑπτίως προσιοῦσα τῷ σαυτῆς ἔρωτι, καὶ τῷ ὄντι μαλακιζομένη, μὴ ἄγε τὴν αἰτίαν ἐπ’ ἄλλους τοὺς οὐκ αἰτίους. οὐ γὰρ ὡς δέσποινα κρατεῖς, ἀλλ̓ ὡς δουλεύουσα θεραπεύεις τὸ μειράκιον. ἃ παρὰ μὲν τὴν πρώτην ὀρθῶς ἴσως ἐγίνετο, ἁπαλοῦ τινὸς ἐκείνου καὶ νέου τὴν ψυχὴν νομισθέντος: ἐπειδὴ δὲ κατεξανίσταται ὡς ἐρωμένης, λαμβανέτω πεῖραν ὡς δεσποίνης, καὶ μαστιγούμενος καὶ στρεβλούμενος ὑποπιπτέτω τοῖς σοῖς βουλήμασι. πεφύκασι γὰρ οἱ νέοι θεραπευόμενοι μὲν ὑπερφρονεῖν βιαζόμενοι δὲ ὑπείκειν, ὥστε καὶ οὗτος πράξει κολαζόμενος ἅπερ ἠθέτει κολακευόμενος. ἀλλὰ δοκεῖς μέν, ἔφη, εὖ λέγειν, ἡ Ἀρσάκη: πῶς δ̓ ἂν ἐνέγκαιμι, ὦ θεοί, τοῖς ἐμοῖς ὀφθαλμοῖς ἢ ξαινόμενον ὁρῶσα τὸ σῶμα ἐκεῖνο ἢ καὶ ἄλλως κολαζόμενον; αὖθις αὖ σὺ μαλακίζῃ, ἔφη, ὥσπερ οὐ πρὸς ἐκείνου τε γενησόμενον ὀλίγαις στρεβλώσεσι τὸ ἑλέσθαι τὰ βελτίονα, καὶ σοὶ πρὸς μικρὸν ἀνιαθείσῃ τυχεῖν τῶν κατὰ γνώμην. ἔνεστι δέ σοι μηδὲ λυπεῖν τὸν ὀφθαλμὸν τοῖς γινομένοις, ἀλλ̓ Εὐφράτῃ παραδοῦσαν, καὶ κολάζειν εἰποῦσαν ὥς τι πεπλημμεληκότα, μήτε ἀνιᾶσθαι ὁρῶσαν ʽἀκοὴ γὰρ ὄψεως εἰς τὸ λυπῆσαι κουφότερον̓, καὶ εἰ μεταβεβλημένον αἰσθοίμεθα, πάλιν ἐξελέσθαι ὡς αὐτάρκως ἐπεστραμμένον.