# Aethiopica 8.6

Heliodorus of Emesa, Aethiopica, Book 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/8.6

ἐπείθετο ἡ Ἀρσάκη: ἀπελπισθεὶς γὰρ ὁ ἔρως οὐδεμίαν ἔχει φειδὼ τοῦ ἐρωμένου, τρέπειν δὲ φιλεῖ τὴν ἀποτυχίαν εἰς τιμωρίαν. καὶ τὸν ἀρχιευνοῦχον μετακαλεσαμένη τὰ δεδογμένα προσέταξεν. ὃ δὲ καὶ φύσει μὲν τὴν εὐνούχων ζηλοτυπίαν νοσῶν, σμυχόμενος δὲ καὶ πάλαι κατὰ τοῦ Θεαγένους ἐξ ὧν ἑώρα τε καὶ ὑπώπτευεν, εὐθὺς ἐν, δεσμοῖς εἶχε σιδηροῖς καὶ ἐπίεζε λιμῷ καὶ αἰκίαις, εἰς οἴκημα ζοφῶδες κατακλεισάμενος, καὶ εἰδότι μὲν προσποιουμένῳ δὲ καὶ πυνθανομένῳ δῆθεν τὴν αἰτίαν οὐδὲν ἀποκρινόμενος, ἐπιτείνων δὲ ὁσημέραι τὰ τῆς κολάσεως, καὶ πλέον ἢ ἐβούλετο ἡ Ἀρσάκη καὶ ἐντέταλτο τιμωρούμενος, εἰσφοιτᾶν δὲ οὐδενὶ παριεὶς ἢ μόνῃ τῇ Κυβέλῃ, τοῦτο προστεταγμένον. ἣ δὲ ἐφοίτα συνεχῶς, καὶ τροφὰς κρύφα παρεισφέρειν ἐνεδείκνυτο, οἰκτείρουσα μὲν δῆθεν καὶ ὑπὸ τῆς συνηθείας ἐπικλωμένη, τὸ δ̓ ἀληθὲς ἀποπειρωμένη, ποίαν τινὰ γνώμην ἔχοι πρὸς τὰ παρόντα, καὶ εἴπερ ἐνδιδοίη καὶ μαλάσσοιτο πρὸς τῶν στρεβλώσεων. ὃ δὲ ἦν πλέον ἀνὴρ τότε, καὶ πλέον ἀπεμάχετο πρὸς τὰς πείρας, τὸ μὲν σῶμα καταπονούμενος, τὴν δὲ ψυχὴν ἐπὶ σωφροσύνῃ ῥωννύμενος, καὶ μεγαλαυχούμενος ἅμα πρὸς τὴν τύχην καὶ γαυριῶν, εἰ λυποῦσα τῷ πλείστῳ μέρει, τῷ καιριωτάτῳ χαρίζοιτο, ἐπιδείξεως ἀφορμὴν τῆς εἰς Χαρίκλειαν εὐνοίας τε καὶ πίστεως παρεσχημένη, μόνον εἰ γιγνώσκει ταῦτα κἀκείνη, μέγιστον ἀγαθὸν τιθέμενος, καὶ συνεχῶς Χαρίκλειαν καὶ φῶς καὶ ψυχὴν καὶ ζωὴν ἀνακαλῶν. ὥστε καὶ ἡ Κυβέλη ταῦτα ὁρῶσα, καὶ παρὰ μὲν τῆς Ἀρσάκης ὡς ἠρέμα βούλοιτο πιέζεσθαι τὸν Θεαγένην ἀκούουσα ʽοὐ γὰρ ἐς τελευτὴν ἀλλ̓ ἐς ἀνάγκην παραδεδωκέναἰ, αὐτὴ δὲ ἐκ τῶν ἐναντίων ἐπιτείνειν τὰ τῶν κολάσεων πρὸς τὸν Εὐφράτην ἀπαγγέλλουσα, ὡς ἀνύουσα ᾔσθετο οὐδέν, ἀλλ̓ ἀπηγόρευτο καὶ αὐτῇ παῤ ἐλπίδας ἡ πεῖρα, συνεῖσα οἷ κακῶν ἦν, καὶ νῦν μὲν τὴν ἐξ Ὀροονδάτου τιμωρίαν, εἰ πύθοιτο ταῦτα παρὰ Ἀχαιμένους, ὅσον οὐδέπω προσδοκῶσα, νῦν δὲ ὡς φθήσεται αὐτὴν διαχρωμένη τάχα καὶ ἡ Ἀρσάκη ὡς παιχθεῖσα εἰς τὴν τοῦ ἔρωτος σύλληψιν, ὁμόσε χωρεῖν ἔγνω τοῖς κατειληφόσι, καὶ μέγα τι κακὸν ἐπιτελέσασα ἢ κατορθῶσαι τῇ Ἀρσάκῃ τὰ κατὰ γνώμην καὶ τὸ παρὸν τὸν ἀπ̓ ἐκείνης προσδοκώμενον διαδῦναι κίνδυνον, ἢ τοὺς ἐλέγχους τῶν πάντων πραγμάτων ἀφανίσαι, θανάτους ἅμα πᾶσιν ἐπινοήσασα. καὶ πρὸς τὴν Ἀρσάκην ἐλθοῦσα, μάτην, ἔφη, κάμνομεν ὦ δέσποινα: οὐ γὰρ ἐνδίδωσιν ὁ ἀπηνὴς ἐκεῖνος, ἀλλ̓ ἀεὶ γίνεται καὶ πλέον θρασύτερος, Χαρίκλειαν διὰ στόματος ἔχων καὶ ταῖς ἐκείνης ἀνακλήσεσιν ὥσπερ θεραπείαις παρηγορούμενος. τελευταίαν οὖν, εἰ δοκεῖ, τὸ τοῦ λόγου, ῥίψωμεν ἄγκυραν, καὶ τὴν ἐμποδὼν γινομένην ἐκποδὼν ποιησώμεθα. εἰ γὰρ μάθοι μὴ οὖσαν, εἰκός που καὶ μεταβληθῆναι αὐτὸν πρὸς τὸ βούλημα τὸ ἡμέτερον, ἀπογνόντα τὸν ἐπ’ ἐκείνῃ πόθον.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
