Ancient Greek
Book 8
Heliodorus of Emesa, Aethiopica 8.7
Not analysed yet
ἅρπαγμα τὸ ῥηθὲν ἐποιήσατο ἡ Ἀρσάκη, καὶ τὴν ἐκ πολλοῦ ζηλοτυπίαν ὀργῇ τῶν εἰρημένων ἐπιτείνασα, εὖ λέγεις, ἔφη, καὶ μελήσει μοι προστάξαι τὴν ἀλιτήριον ἀναιρεθῆναι. καὶ τίς ὁ πεισθησόμενος; ἀπεκρίνατο ἡ Κυβέλη: πάντων γὰρ ἐν ἐξουσίᾳ σοι τυγχανούσῃ τὸ ἀναιρεῖν δίχα κρίσεως τῶν ἐν τέλει Περσῶν πρὸς τῶν νόμων ἀπηγόρευται. δεήσει τοίνυν πραγμάτων σοι καὶ δυσχερείας, αἰτίας τινὰς καὶ ἐγκλήματα κατὰ τῆς κόρης ἀναπλαττούσῃ: καὶ πρόσεστι τὸ ἄδηλον εἰ πιστευθησόμεθα. ἀλλ̓ εἰ δοκεῖ, ʽπάντα γὰρ ὑπὲρ σοῦ καὶ πράττειν καὶ πάσχειν ἕτοιμοσ̓ φαρμάκῳ τὴν ἐπιβουλὴν διακονήσομαι καὶ ποτῷ γεγοητευμένῳ τὴν ἀντίδικον ἐκποδὼν ποιήσομαι. ἐπῄνεσε ταῦτα ἡ Ἀρσάκη, καὶ ποιεῖν ἐκέλευεν. ἣ δὲ αὐτίκα ὥρμησε. καὶ καταλαβοῦσα τὴν Χαρίκλειαν. ἐν ὀδυρμοῖς καὶ δάκρυσι, καὶ τί γὰρ ἄλλ̓ ἢ πενθοῦσαν, καὶ ὅπως αὑτὴν ἐξάξοι τοῦ βίου διανοουμένην ʽἤδη γὰρ ὑπῄσθητο τὰς ἀμφὶ Θεαγένην τύχας, ποικίλως αὐτὴν καὶ ταῦτα τῆς Κυβέλης τα πρῶτα βουκολούσης, καὶ τοῦ μὴ ὁρᾶσθαι αὐτὸν μηδὲ φοιτᾶν συνήθως εἰς τὸ δωμάτιον ἄλλοτε ἄλλας προφάσεις ἀναπλαττούσησ̓ —καὶ ὦ δαιμονία, φησίν, οὐ παύσῃ σεαυτὴν τρύχουσα καὶ καταναλίσκουσα μάτην; ἰδού σοι καὶ Θεαγένης ἀφεῖται, καὶ ἥξει τήμερον εἰς ἑσπέραν. ἡ γὰρ δέσποινα πλημμελήσαντά τι κατὰ τὴν διακονίαν, εἰς βραχὺ παροξυνθεῖσα καὶ καθειρχθῆναι προστάξασα, τήμερον ἀφήσειν ἐπηγγείλατο, ἑορτήν τινα πάτριον εὐωχεῖν μέλλουσα, καὶ ἅμα καὶ πρὸς ἐμοῦ λιπαρηθεῖσα. ὥστε ἀνίστασο καὶ σαυτὴν ἀναλάμβανε, μικρᾶς τροφῆς σὺν ἡμῖν νῦν γοῦν ποτὲ μεταλαβοῦσα. καὶ πῶς ἄν, ἔφη, πεισθείην; ἡ Χαρίκλεια: τὸ γὰρ συνεχῶς σε πρός με διαψεύδεσθαι τὸ πιστὸν τῶν παρὰ σοῦ λεγομένων ὑποτέμνεται. καὶ ἡ Κυβέλη, θεούς, ἔφη, ἐπόμνυμι πάντας ἦ μὴν λυθήσεσθαί σοι πάντα τήμερον καὶ πάσης σε φροντίδος ἀπαλλαγήσεσθαι. μόνον μὴ προαναίρει σαυτήν, ἡμερῶν ἤδη τοσούτων ἀπόσιτος οὖσα, ἀλλ̓ ἀπόγευσαι ἥκουσα τῶν εἰς καιρὸν ηὐτρεπισμένων. μόλις μέν, ἐπείθετο δ̓ οὖν ὅμως ἡ Χαρίκλεια, τὸ μὲν ἀπατηλὸν συνήθως ὑφορωμένη, τοῖς δὲ ὅρκοις ἐν μέρει πειθομένη καὶ τὸ ἡδὺ τῶν ἐπαγγελθέντων ἑκοῦσα καταδεχομένη: ἃ γὰρ ἐπιθυμεῖ ψυχή, καὶ πιστεύειν φιλεῖ. κατακλινεῖσαι τοίνυν εἱστιῶντο. καὶ τῆς διακονουμένης ἄβρας οἴνου κεκραμένου κύλικας ἐπιδούσης, προτέρᾳ τῇ Χαρικλείᾳ προσφέρειν ἡ Κυβέλη νεύσασα μετ̓ ἐκείνην αὐτὴ λαβοῦσα ἔπινε. καὶ οὔπω τὸ πᾶν ἐκπέποτο, καὶ ἰλιγγιᾶν ἐφαίνετο ἡ πρεσβῦτις, τό τε περιττεῦσαν ὀλίγον ἐκχέασα δριμύ τε εἰς τὴν θεράπαιναν ἐνεώρα καὶ σπασμοῖς τε καὶ σφακελισμοῖς ὀξυτάτοις ἐπιέζετο.