# Aethiopica 8.8

Heliodorus of Emesa, Aethiopica, Book 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/8.8

θόρυβός τε κατειλήφει μὲν καὶ τὴν Χαρίκλειαν, καὶ ἀναλαμβάνειν ἐπειρᾶτο, κατειλήφει δὲ καὶ τοὺς παρόντας. τὸ γὰρ κακόν, ὡς ἐῴκει, τοξεύματος παντὸς ὀξύτερον τῷ φθοροποιῷ δεδευμένου, καὶ ἱκανὸν καὶ νέον τινὰ καὶ ἀκμάζοντα διαχρήσασθαι, τότε καὶ πλέον, εἰς γηραιὸν σῶμα καὶ ἀπεσκληκὸς ἤδη προσομιλῆσαν, ὀξύτερον ἢ ὥστε εἰπεῖν τῶν καιριωτέρων καθίκετο. καὶ τό τε ὄμμα ἡ πρεσβῦτις ἐνεπίμπρατο, καὶ τὰ μέλη τῶν σπασμῶν ἐνδόντων πρὸς τὸ ἀκίνητον παρεῖτο, καὶ χροιὰ μελαίνουσα τὴν ἐπιφάνειαν ἐπεπόλαζεν. ἀλλ̓ ἦν, οἶμαι, καὶ δηλητηρίου ψυχὴ δολερὰ πικρότερον. ἡ γοῦν Κυβέλη καὶ ἐκθνήσκουσα οὐ μεθίετο τῶν πανουργημάτων, ἀλλὰ τὰ μὲν νεύμασι τὰ δὲ παραφθεγγομένη Χαρίκλειαν εἶναι τὴν ἐπιβουλεύσασαν ἐνεδείκνυτο. καὶ ὁμοῦ τε ἡ γραῦς ἀπέπνει καὶ ἡ Χαρίκλεια δεσμῶτις εἴχετο, καὶ παρὰ τὴν Ἀρσάκην αὐτίκα ἤγετο. τῆς δὲ πυνθανομένης εἰ τὸ φάρμακον αὐτὴ σκευάσειε, καὶ εἰ μὴ βούλοιτο λέγειν τἀληθές, κολαστήρια καὶ βασάνους ἀπειλούσης, καινὸν ἦν ἡ Χαρίκλεια τοῖς ὁρῶσι θέαμα. οὔτε γὰρ κατηφήσασα οὔτε ἀγενές τι παθοῦσα, γέλων ἐφαίνετο καὶ χλεύην τὰ παρόντα ποιουμένη, τὸ μὲν ὑπὸ ἀγαθοῦ τοῦ συνειδότος τῆς συκοφαντίας ἀφροντιστοῦσα, τὸ δὲ χαίρουσα εἰ Θεαγένους οὐκέτι ὄντος τεθνήξεται καὶ κερδήσει τὸ ἐναγὲς τῆς πράξεως, ὃ καθ̓ ἑαυτῆς ἐγνώκει ποιεῖν, ἑτέρων τοῦτο δρασάντων. καὶ ὦ θαυμασία ἔφη, εἰ μὲν ζῇ Θεαγένης, καθαρεύω κἀγὼ τοῦ φόνου: εἰ δέ τι πέπονθεν ὑπὸ τῶν σῶν ἀνοσίων βουλευμάτων, οὐδὲν δεῖ σοι τῶν κατ̓ ἐμοῦ βασάνων. ἔχεις με τὴν φαρμακίδα τῆς καὶ θρεψαμένης σε καὶ πρὸς τὰ κάλλιστα τῶν ἔργων παιδευσαμένης. καὶ ἀπόσφαττε μὴ μελλήσασα: οὐδὲν γὰρ οὕτως ἐφίλει Θεαγένης ὁ τῶν σῶν ἀνόμων βουλευμάτων ἔννομος ὑπερόπτης.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
