Ancient Greek · ~30 min
Book 8
Heliodorus of Emesa, Aethiopica 8.9.1
Not analysed yet
ἐξέμηνε τὰ εἰρημένα τὴν Ἀρσάκην, καὶ διαρραπισθῆναι κελεύσασα, ὡς ἔχει δεσμῶν, ἄγετε, εἶπε, τὴν ἀλιτήριον, καὶ ἐν τοῖς ὁμοίοις ὄντα κατ̓ ἀξίαν ἐπιδείξαντες τὸν θαυμαστὸν αὐτῆς ἐρώμενον, παντί τε μέλει τὰ δεσμὰ ἐπιβαλόντες, Εὐφράτῃ καὶ ταύτην παράδοτε, φυλαχθησομένην ἐς αὔριον, τήν τε διὰ θανάτου τιμωρίαν ὑπὸ κρίσει τῶν ἐν τέλει Περσῶν ὑφέξουσαν. ἤδη δὲ ἀγομένης, τὸ οἰνοχοῆσαν τῇ Κυβέλῃ παιδισκάριον ʽἦν δὲ τῶν Ἰωνικῶν ἅτερον τῶν εἰς διακονίαν παρὰ τὴν πρώτην ὑπὸ τῆς Ἀρσάκης τοῖς νέοις δωρηθέντων̓, εἴτε τι παθὸν εὐνοίᾳ τῇ περὶ τὴν Χαρίκλειαν ὑπὸ συνηθείας τε καὶ συνδιαιτήσεως, εἴτε καὶ δαιμονίᾳ βουλήσει χρησάμενον, ὑπεδάκρυσέ τε καὶ ἐστέναξε, καὶ ὢ τῆς ἀθλίας, ἔφη, τῆς οὐδὲν αἰτίας. τῶν δὲ περιεστώτων θαυμασάντων καὶ σαφῶς ὅ τι λέγειν βούλοιτο ἐκφαίνειν ἀναγκαζόντων, αὐτὴ δεδωκέναι διωμολόγει τῇ Κυβέλῃ τὸ φάρμακον, εἰληφέναι δὲ παῤ αὐτῆς ἐκείνης ἐφ̓ ᾧ δοῦναι τῇ Χαρικλείᾳ, προληφθεῖσάν τε εἴτε ὑπὸ θορύβου τῆς κατὰ τὴν πρᾶξιν ἀτοπίας, εἴτε καὶ συγχεθεῖσαν ὑπὸ τῆς Κυβέλης, προτέρᾳ δοῦναι τῇ Χαρικλείᾳ νευούσης, ἐναλλάξαι τὰς κύλικας, καὶ τῇ πρεσβύτιδι προσενεγκεῖν ἐν ᾧ ἦν τὸ φάρμακον. ἤγετο οὖν ἐπὶ τὴν Ἀρσάκην εὐθέως, ἕρμαιον ἁπάντων ποιουμένων ἐλευθέραν εὑρεθῆναι τῶν ἐγκλημάτων τὴν Χαρίκλειαν: εὐγενοῦς γὰρ ἤθους καὶ ὄψεως καὶ βάρβαρον γένος οἶκτος εἰσέρχεται. καὶ εἰπούσης ταῦτα τῆς θεραπαινίδος πλέον ἐγίνετο οὐδέν, ἀλλ̓ ἤ καὶ αὐτὴ συνεργὸς ἔοικεν εἶναι εἰποῦσα ἡ Ἀρσάκη δεσμεῖσθαι καὶ φρουρεῖσθαι εἰς τὴν κρίσιν ἐκέλευσε. τούς τε δυνάστας Περσῶν, οἳ τὸ βουλεύεσθαι ὑπὲρ τῶν κοινῶν καὶ δικάζειν τε καὶ τιμωρίας ὁρίζειν τὴν ἰσχὺν εἶχον, ἐπὶ τὴν κρίσιν εἰς τὴν ἑξῆς παρεκάλει διαπέμπουσα. καὶ ἡκόντων εἰς ἕω καὶ προκαθημένων, κατηγόρει μὲν ἡ Ἀρσάκη καὶ τὴν φαρμακείαν κατήγγελλεν, ἅπαντα ὡς εἶχεν ἀπαγγέλλουσα, καὶ συνεχὲς ἐπιδακρύουσα τὴν θρεψαμένην, καὶ ὡς τὴν πάντων τιμιωτέραν καὶ εὐνουστέραν ἀπολέσειε, μάρτυρας τοὺς δικαστὰς ἐπικαλουμένη ὡς ξένην ὑποδεξαμένη καὶ πάσης μεταδοῦσα φιλοφροσύνης τοιαῦτα ἀντιπάθοι. καὶ ὅλως ἣ μὲν ἦν πικροτάτη κατήγορος, ἀπελογεῖτο δὲ οὐδὲν ἡ Χαρίκλεια, ἀλλ̓ ὡμολόγει καὶ αὖθις τὸ ἔγκλημα, καὶ τὸ φάρμακον ὡς δοίη συγκατετίθετο, προστιθεῖσα ὡς καὶ τὴν Ἀρσάκην διεχρήσατο ἂν ἡδέως, εἰ μὴ προείληπτο, καὶ ἕτερα πρὸς τούτοις, τὴν Ἀρσάκην ἐκ τοῦ εὐθέος λοιδορουμένη, καὶ παντοίως τοὺς δικαστὰς εἰς τὴν τιμωρίαν ἐκκαλουμένη. τὰ γὰρ καθ̓ ἑαυτὴν ἅπαντα τῷ Θεαγένει τῆς νυκτὸς κατὰ τὸ δεσμωτήριον ἀναθεμένη, τὰ παῤ ἐκείνου τε ἐν μέρει πυθομένη, συνθεμένη τε ὡς, εἰ δεήσει, πάντα θάνατον ἐπαγόμενον αὐθαιρέτως δέχεσθαι καὶ ἀπηλλάχθαι λοιπὸν ζωῆς ἀνιάτου καὶ ἄλης ἀνηνύτου καὶ τύχης ἀσπόνδου, τὰ τελευταῖα δέ, ὡς ἐδόκει, κατασπασαμένη, τούς τε συνεκτεθέντας ὅρμους ἀεὶ μὲν καὶ ἀπορρήτως ἐπιφέρεσθαι προνοουμένη, τότε δὲ τῆς ἐσθῆτος ἐντὸς καὶ ὑπὸ γαστέρα ζωσαμένη καὶ οἷον ἐντάφιά τινα ἐπιφερομένη, πᾶν ἔγκλημά τε καὶ θάνατον ἐπαγόμενόν τε ὡμολόγει καὶ μὴ ἐπαγόμενον ἀνέπλαττεν. ἐφ̓ οἷς οἱ δικάζοντες οὐδὲ μελλήσαντες μικροῦ μὲν ἐδέησαν ὠμοτέρᾳ τε καὶ Περσικῇ τιμωρίᾳ ὑποβαλεῖν, ἴσως δέ τι πρὸς τὴν ὄψιν καὶ τὸ νέον τε καὶ ἄμαχον τῆς ὥρας παθόντες πυρὶ καταναλωθῆναι κατέκριναν. ἥρπαστο οὖν αὐτίκα πρὸς τῶν δημίων, καὶ μικρὸν τοῦ τείχους ἐκτὸς ἤγετο, κήρυκος, ὅτι ἐπὶ φαρμάκοις εἰς πυρὰν ἄγοιτο, συνεχὲς ἐκβοῶντος, πολλοῦ καὶ ἄλλου πλήθους ἐκ τῆς πόλεως ἐπακολουθήσαντος: οἳ μὲν γὰρ αὐτόπται γεγόνεισαν ἀγομένης, οἳ δὲ πρὸς τῆς ἀκοῆς τάχιστα κατὰ τὸ ἄστυ διαδραμούσης ἐπὶ τὴν θέαν ἠπείχθησαν. ἀφίκετο δὲ καὶ ἡ Ἀρσάκη, καὶ θεωρὸς ἀπὸ τῶν τειχῶν ἐγίνετο: δεινὸν γάρ, εἰ μὴ καὶ τὴν ὄψιν ἐμφορηθείη τῆς εἰς Χαρίκλειαν κολάσεως, ἐποιεῖτο. κἀπειδὴ τὴν πυρκαϊὰν ὡς ὅτι μεγίστην ἔνησαν οἱ δήμιοι καὶ τὴν φλόγα ὑποβαλλόντων λαμπρῶς ἐξῆπτον, μικρὸν ἐνδοθῆναι αὑτῇ πρὸς τῶν ἑλκόντων ἡ Χαρίκλεια παρακαλέσασα, καὶ ὡς ἑκοῦσα ἐπιβήσεται τῆς πυρᾶς ἐπαγγειλαμένη, τὰς χεῖρας εἰς οὐρανόν, καθ̓ ὃ μέρος ἐπέβαλλεν ὁ ἥλιος τὴν ἀκτῖνα, ἀνατείνασα, ἥλιε, ἀνεβόησε, καὶ γῆ καὶ δαίμονες οἱ ἐπὶ γῆς τε καὶ ὑπὸ γῆν ἀνθρώπων ἀθεμίτων ἔφοροί τε καὶ τιμωροί, καθαρὰν μὲν εἶναί με τῶν ἐπιφερομένων ὑμεῖς ἐστὲ μάρτυρες, ἑκοῦσαν δὲ ὑπομένουσαν τὸν θάνατον διὰ τὰς ἀφορήτους τῆς τύχης ἐπηρείας ἐμὲ μὲν σὺν εὐμενείᾳ προσδέξασθε, τὴν δὲ ἀλάστορα καὶ ἀθεμιτουργὸν καὶ μοιχαλίδα καὶ ἐπ’ ἀποστερήσει νυμφίου τοῦ ἐμοῦ ταῦτα δρῶσαν Ἀρσάκην ὡς ὅτι τάχιστα τιμωρήσασθε. καὶ εἰποῦσα, πάντων ἐκβοώντων τι πρὸς τὰ εἰρημένα, καὶ ἐπέχειν τὴν τιμωρίαν εἰς δευτέραν κρίσιν τῶν μὲν εὐτρεπιζομένων τῶν δὲ καὶ ὁρμησάντων, ἐπέβη προλαβοῦσα τῆς πυρᾶς, καὶ εἰς τὸ μεσαίτατον ἐνιδρυθεῖσα αὐτὴ μὲν ἐπὶ πλεῖστον ἀπαθὴς εἱστήκει, περιρρέοντος αὐτὴν μᾶλλον τοῦ πυρὸς ἢ προσπελάζοντος, καὶ λυμαινομένου μὲν οὐδέν, ὑποχωροῦντος δὲ καθ̓ ὃ μέρος ὁρμήσειεν ἡ Χαρίκλεια, καὶ περιαυγάζεσθαι μόνον καὶ διοπτεύεσθαι παρέχοντος ἐπιφαιδρυνομένην ἐκ τοῦ περιαυγάσματος τὸ κάλλος καὶ οἷον ἐν πυρίνῳ θαλάμῳ νυμφευομένην. ἣ δὲ ἄλλοτε ἄλλῳ μέρει τῆς πυρᾶς ἐνήλλετο, θαυμάζουσα μὲν τὸ γινόμενον, ἐπισπεύδουσα δὲ πρὸς τὸν θάνατον. ἤνυε δὲ οὐδέν, ὑποχωροῦντος ἀεὶ τοῦ πυρὸς καὶ ὥσπερ ὑποφεύγοντος πρὸς τὴν ἐκείνης ἐφόρμησιν. οἱ δήμιοι δὲ οὐκ ἀνίεσαν, ἀλλ̓ ἐνέκειντο πλέον, καὶ τῆς Ἀρσάκης νεύμασιν ἀπειλητικοῖς ἐγκελευομένης, ξύλα τε ἐπιφορτίζοντες καὶ τὴν ποταμίαν καλάμην ἐπισωρεύοντες καὶ παντοίως τὴν φλόγα ἐρεθίζοντες. ὡς δὲ ἠνύετο οὐδέν, ἔτι καὶ πλέον ἡ πόλις ἐκτετάρακτο, καὶ δαιμονίαν εἶναι τὴν ἐπικουρίαν εἰκάζουσα καθαρὸν τὸ γύναιον ἀνεβόα, ἀναίτιον τὸ γύναιον, καὶ προσιόντες ἀπὸ τῆς πυρᾶς ἀπεσόβουν, τοῦ Θυάμιδος ἐξάρχοντος καὶ τὸν δῆμον εἰς τὴν βοήθειαν ἐπιρρωννύντος: ἤδη γὰρ κἀκεῖνος παραγεγόνει τῆς ἀπείρου βοῆς τὸ γινόμενον μηνυούσης. καὶ τὴν Χαρίκλειαν ἐξελέσθαι προθυμούμενοι πλησιάζειν μὲν οὐκ ἐθάρσουν, ἐξαλέσθαι δὲ τῇ κόρῃ τῆς πυρκαϊᾶς ἐνεκελεύοντο: οὐ γὰρ δὴ δέος τὴν ἐνδιαιτωμένην τῇ φλογὶ καὶ ἀπολιπεῖν βουλομένην. ἅπερ ὁρῶσα καὶ ἀκούουσα ἡ Χαρίκλεια, νομίσασά τε καὶ αὐτὴ πρὸς θεῶν εἶναι τὴν ὑπὲρ αὐτῆς ἄμυναν, ἔγνω μὴ ἀχαριστεῖν πρὸς τὸ κρεῖττον, ἀρνουμένη τὴν εὐεργεσίαν, ἐξήλατό τε τῆς πυρᾶς, ὡς τὴν μὲν πόλιν ὑπὸ χαρᾶς ἅμα καὶ ἐκπλήξεως μέγα τι καὶ σύμφωνον ἐκβοῆσαι καὶ μεγάλους τοὺς θεοὺς ἐπικαλεῖσθαι, τὴν δὲ Ἀρσάκην μὴ κατασχοῦσαν καθαλέσθαι τε ἀπὸ τῶν τειχῶν, καὶ διὰ πυλίδος ἐκδραμοῦσαν σὺν πολλῇ δορυφορίᾳ καὶ τοῖς δυναστεύουσι Περσῶν ἐπιβάλλειν τε αὐτὴν τῇ Χαρικλείᾳ τὰς χεῖρας, καὶ εἰς τὸν δῆμον ἰταμὸν ἐνορῶσαν, οὐκ αἰσχύνεσθε, εἰπεῖν, ἀλιτήριον γύναιον καὶ φαρμακίδα καὶ φόνων ἐργάτιν ἐπ’ αὐτοφώρῳ ληφθεῖσαν καὶ ὁμολογήσασαν ἐξελέσθαι τῆς τιμωρίας πειρώμενοι, καὶ ἅμα μὲν ἀθεμίτῳ γυναίῳ βοηθοῦντες, ἅμα δὲ νόμοις τοῖς Περσῶν καὶ βασιλεῖ τε αὐτῷ καὶ σατράπαις καὶ δυνάσταις καὶ δικασταῖς ἀνθιστάμενοι, ὑπὸ τοῦ μὴ ἐμπεπρῆσθαι αὐτὴν ἴσως εἰς ἔλεον ἀπατώμενοι, καὶ θεοῖς τὸ ἔργον ἐπιγράφοντες; οὐδὲ ἐννοήσετε σωφρονήσαντες ὡς τοῦτο καὶ μᾶλλον αὐτῆς βεβαιοῖ τὴν φαρμακείαν, ᾗ τοσοῦτον περίεστι τῆς γοητείας ὡς καὶ πρὸς τὴν πυρὸς δύναμιν ἀπομάχεσθαι; συνέλθετε, εἰ δοκεῖ, πρὸς τὸ συνέδριον εἰς αὔριον δημοσίᾳ δἰ ὑμᾶς ἐσόμενον: καὶ γνώσεσθε αὐτήν τε ὁμολογοῦσαν, καὶ ὑπὸ τῶν συνειδότων, οὓς ἔχω φρουροῦσα, διελεγχομένην. καὶ ἅμα ἀπῆγεν αὐτὴν τῷ τραχήλῳ προσφῦσα, καὶ τοὺς δορυφόρους ἀναστέλλειν τὸν ὄχλον ἐπιτάξασα. οἳ δὲ τὰ μὲν ἠγανάκτουν καὶ ἀνθίστασθαι διεσκοποῦντο, τὰ δὲ ὑπεῖκον, ἅμα τι καὶ τῇ ὑπονοίᾳ τῆς φαρμακείας ὑπαγόμενοι, τινὲς δὲ καὶ δέει τῆς Ἀρσάκης καὶ τῆς περὶ αὐτὴν δυνάμεως ἀποτρεπόμενοι. καὶ ἡ μὲν Χαρίκλεια αὖθις τῷ Εὐφράτῃ παραδίδοται, καὶ αὖθις πλείοσι τοῖς δεσμοῖς ἐνεβέβλητο, δευτέρᾳ κρίσει καὶ τιμωρίᾳ φυλαττομένη, κέρδος ἓν μέγιστον ὡς ἐν δεινοῖς εὑρισκομένη, τὸ συνεῖναι Θεαγένει καὶ τὰ καθ̓ αὑτὴν ἐκδιηγεῖσθαι. τῇ μὲν γὰρ Ἀρσάκῃ καὶ τοῦτο εἰς τιμωρίαν ἐπινενόητο, ὥσπερ ἐπικερτομούσῃ καὶ πλέον νομιζούσῃ τοὺς νέους ἀνιάσειν, εἰ καθ̓ ἓν δεσμωτήριον καθειργμένοι θεαταὶ γίνοιντο ἀλλήλων ἐν δεσμοῖς καὶ κολάσεσιν ἐξεταζομένων: ᾔδει γὰρ ὡς πάθος τοῦ ἐρωμένου τὸν ἐρῶντα πλέον ἢ τὸ ἴδιον ἀλγύνει. τοῖς δὲ ἦν παραψυχὴ μᾶλλον τὸ γινόμενον, καὶ τὸ ἐν ὁμοίοις τοῖς πάθεσιν ἐξετάζεσθαι κέρδος ἐνόμιζον, εἰ ἔλαττόν τις αὐτῶν κολασθήσεται, νενικῆσθαι ὑπὸ θατέρου καὶ μειονεκτεῖν τῶν ἐρωτικῶν οἰόμενος. προσῆν δὲ καὶ τὸ προσομιλεῖν ἀλλήλοις, καὶ τὸ παρηγορεῖν τε καὶ ἐπιθαρσύνειν εὐγενῶς τε καὶ γενναίως τὰς προσπιπτούσας τύχας καὶ τοὺς ὑπὲρ σωφροσύνης τε καὶ πίστεως τῆς εἰς ἀλλήλους φέρειν ἀγῶνας.