Ancient Greek · ~8 min
Book 9
Heliodorus of Emesa, Aethiopica 9.11
Not analysed yet
ἐπεὶ δὲ ἠθροίσθησαν καθ̓ ἣν προείρητο πύλην, ἐγκάρσια τῷ πηλῷ τὰ ξύλα, ἅπερ ἑκάστη δεκὰς ἐπήχθιστο, ἐπιβάλλων καὶ ἀλλήλων ἐχόμενα συντιθείς, τῶν κατόπιν ἀεὶ τοῖς ἡγουμένοις μεταδιδόντων, οἷον διὰ ζεύγματος ῥᾷστά τε καὶ τάχιστα διεβίβασε τὸ πλῆθος. καὶ λαβόμενος τῆς ἐστερεωμένης, τούς τε Αἰθίοπας οὐδὲν προϊδομένους οὐδὲ φροντίδα τῆς φυλακῆς πεποιημένους, ἀλλ̓ ἀπρονοήτως καθεύδοντας, διαλαθών, ἐπὶ τὴν Ἐλεφαντίνην, ὡς δρόμου τε εἶχε καὶ ἄσθματος, καθ̓ ἓν τὸν στρατὸν ἦγεν, ἀκώλυτός τε εἰσέφρησεν εἰς τὴν πόλιν, τῶν ἐκ τῆς Συήνης προαπεσταλμένων δύο Περσῶν, οὕτω πρὸς αὐτοὺς συντεταγμένον, ἐπιτηρούντων ὅσαι νύκτες τὴν ἔφοδον, κἀπειδὴ τὸ συγκείμενον ἀνεφθέγξαντο σύμβολον, παραχρῆμα τὰς πύλας ἀναπετασάντων. ἤδη δὲ ἡμέρας ὑποφαινούσης οἱ Συηναῖοι τὸν δρασμὸν ἐγνώριζον, τὰ μὲν πρῶτα κατ̓ οἶκον τὸν ἴδιον ἕκαστος τοὺς ἐπεξενωμένους Περσῶν οὐχ ὁρῶντες, εἶτα καὶ κατὰ συλλόγους συνιστάμενοι, καὶ τέλος καὶ τὸ ζεῦγμα ἐποπτεύοντες. αὖθις οὖν εἰς ἀγωνίαν καθίσταντο, καὶ δευτέρων ἀδικημάτων ἔγκλημα προσεδέχοντο βαρύτερον ὡς ἐπὶ φιλανθρωπίᾳ τοσαύτη γεγονότες ἄπιστοι καὶ τὸν δρασμὸν τοῖς Πέρσαις συνεργήσαντες. ἔγνωσαν οὖν πανδημεὶ τῆς πόλεως ἐξορμήσαντες ἐγχειρίζειν τε ἑαυτοὺς τοῖς Αἰθίοψι καὶ ὅρκοις πιστοῦσθαι τὴν ἄγνοιαν, εἴ πως εἰς ἔλεον ἐπικλασθεῖεν. ἀθροίσαντες οὖν πᾶσαν ἡλικίαν, καὶ κλάδους εἰς ἱκετηρίαν ἀναλαβόντες, κηρούς τε καὶ δᾷδας ἁψάμενοι, καὶ τὰ ἱερὰ γένη καὶ ἕδη τῶν θεῶν ὥσπερ κηρύκεια προβεβλημένοι, διά τε τοῦ ζεύγματος ὡς τοὺς Αἰθίοπας ἐλθόντες ἱκέται πόρρωθεν γονυπεσοῦντες ἐκάθηντο, καὶ ὑφ̓ ἓν σύνθημα καὶ φωνὴν γοώδη μίαν ἐλεεινὴν ὀλολυγὴν ἱέντες ἱκέτευον. οἰκτιζόμενοι δὲ πλέον τὰ νεογνὰ τῶν βρεφῶν ἐπὶ γῆς προκαταβάλλοντες φέρεσθαι ὡς ἔτυχε μεθῆκαν, διὰ τῆς ἀνυπόπτου καὶ ἀνυπαιτίου μοίρας τὸ θυμούμενον τῶν Αἰθιόπων προμαλάσσοντες. τὰ βρέφη δὲ ὑπὸ πτοίας τε ἅμα καὶ ἀγνοίας τῶν πραττομένων τοὺς μὲν φύντας καὶ τρέφοντας, τάχα που τὴν ἄπειρον ἀποτρεπόμενα βοήν, ὑπέφευγεν, ἐπὶ δὲ τὴν ἄγουσαν ὡς τοὺς πολεμίους τὰ μὲν εἷρπε, τὰ δὲ ψελλιζόμενα τὴν βάσιν καὶ κλαυθμυριζόμενα ἐπαγωγὸν ἐφέρετο, καθάπερ σχεδιαζούσης ἐν αὐτοῖς τὴν ἱκεσίαν τῆς τύχης.