# Aethiopica 9.27

Heliodorus of Emesa, Aethiopica, Book 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/9.27

τούτων εἰρημένων, ὑπὸ μὲν τῶν παρόντων ἀστῶν τε ὁμοίως καὶ στρατιωτῶν εὐφημία τε ἤρθη καὶ κρότος ἐπὶ πλεῖστον ἐξάκουστος: ὁ δὲ Ὀροονδάτης τὼ χεῖρε προτείνας καὶ τὴν δεξιὰν ἐπὶ θατέραν παραλλάξας, κύψας προσεκύνησε, πρᾶγμα οὐ νενομισμένον παρὰ Πέρσαις, βασιλέα ἕτερον τούτῳ τῷ τρόπῳ θεραπεύειν. καὶ ὦ παρόντες, οὐ δοκῶ μοι, ἔφη, παραβαίνειν τὸ πάτριον, εἰ βασιλέα γνωρίζω τὸν σατραπείαν μοι δωρούμενον, οὐδὲ παρανομεῖν τὸν ἐννομώτατον ἀνθρώπων προσκυνῶν, ἀναιρεῖν μὲν δυνάμενον, τὸ εἶναι δὲ φιλανθρωπευόμενον, καὶ δεσπόζειν μὲν κεκληρωμένον, σατραπεύειν δέ μοι παρεχόμενον. ἐφ̓ οἷς, εἰ μὲν περισωθείην, Αἰθίοψί τε καὶ Πέρσαις εἰρήνην ἐγγυῶμαι βαθεῖαν καὶ φιλίαν ἀίδιον, καὶ Συηναίοις τὰ προστεταγμένα ἐμπεδώσειν: εἰ δέ τι πάθοιμι, θεοὶ τῶν εἰς ἐμὲ καλῶν Ὑδάσπην τε καὶ οἶκον τὸν Ὑδάσπου καὶ γένος ἀμείβοιντο.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
