# Aethiopica 9.8

Heliodorus of Emesa, Aethiopica, Book 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/9.8

οἱ δὲ κατὰ τὸ ἄστυ τῆς ἐν χερσὶ καὶ δυνατῆς βοηθείας οὐ μεθίεντο, τὴν καὶ παῤ ἐλπίδα ἐνδεχομένην σωτηρίαν οὐκ ἀπογινώσκοντες, ἄλλοι τε τὸν ὑπόγειον αὐλῶνα διορύττοντες ἤδη τοῖς, χώμασι πλησιάζειν ἐῴκεσαν, τὸ ἀπὸ τοῦ τείχους ἐπὶ τὸ χῶμα ταῖς ὄψεσιν ὑποπῖπτον διάστημα σχοίνῳ κατὰ τὸ ὄρυγμα συμμετρούμενοι, καὶ τὸ πεπτωκὸς ἕτεροι τοῦ τείχους ὑπὸ λαμπτῆρσιν ἀνήγειρον. ἦν δὲ ἡ οἰκοδομὴ ῥᾳδία, τῶν λίθων εἰς τὸ ἐντὸς κατὰ τὴν πτῶσιν κυλινδηθέντων. ἐπεὶ δὲ ἀσφαλῶς ἔχειν τὸ παρὸν ᾠήθησαν, οὐδὲ τότε ἀθορύβως διῆγον, ἀλλὰ κατὰ μέσας που νύκτας μέρος τι τοῦ χώματος, καθ̓ ὃ τῆς ἑσπέρας οἱ Αἰθίοπες τοῦ διορύττειν ἐφήψαντο, εἴτε τῆς γῆς κατ̓ ἐκεῖνο χαύνου τε καὶ ἀκροτήτου σωρευθείσης εἶξε τὸ ὑποκείμενον διάβροχον γεγενημένον, εἴτε καὶ τῶν ὑπορυττόντων συνενδοῦναι πρὸς τὸ κενὸν τῷ ὑποκειμένῳ παρασχόντων, ἢ καὶ τοῦ πρὸς βραχὺ διορυγέντος ταπεινοτέρου τῶν ἐργαζομένων ἐπιλαβόντος, ἐπίκλυσις αὐξομένου διὰ νυκτὸς ἐγένετο τοῦ ὕδατος, καὶ τοῦ ῥαγέντος ἅπαξ ὁδοποιοῦντος ἔλαθε βαθυνόμενον, εἴτε καὶ δαιμονίας ἐπικουρίας θείη τις τὸ ἔργον, παρὰ δόξαν ἐκρήγνυται. καὶ τοσοῦτος ἦχος καὶ δοῦπος ἀπετελέσθη, διὰ τῆς ἀκοῆς τὴν διάνοιαν ἐκδειμαίνων, ὡς τὸ μὲν συμβὰν ἀγνοεῖν, μέρος δὲ τὸ πλεῖστον τῶν τειχῶν καὶ τῆς πόλεως ὑπενηνέχθαι τούς τε Αἰθίοπας καὶ αὐτοὺς Συηναίους ὑποπτεύειν. ἀλλ̓ οἳ μὲν ἐν τῷ ἀσφαλεῖ διάγοντες ἐφ̓ ἡσυχίας ηὐλίζοντο, ὡς εἰς ἕω τὸ σαφὲς εἰσόμενοι: οἱ δὲ κατὰ τὴν πόλιν πάντῃ τὸ τεῖχος καὶ εἰς κύκλον περιέθεον, τὸ μὲν καθ̓ ἑαυτοὺς ἕκαστοι σῶον ὁρῶντες, ἄλλοι δὲ παῤ ἄλλοις γεγενῆσθαι τὸ πάθος εἰκάζοντες, ἄχρι δὴ τὸ φῶς ἐπιγενόμενον τὴν ἀχλὺν τῶν ἀμφιβαλλομένων δεινῶν παρέλυσε, τοῦ τε ῥήγματος ἀπόπτου γενομένου καὶ τοῦ ὕδατος ἀθρόον ὑπονοστήσαντος. ἤδη γὰρ καὶ οἱ Αἰθίοπες τὸ ἐποχετεῦον στόμιον ἔφραττον, καταρράκτας τε ἐκ σανίδων συνηρμοσμένων καθιέντες, καὶ ξύλων παχέσι κορμοῖς ἔκτοσθεν διερείδοντες, χοῦν τε ἅμα καὶ φρυγανίτιδα ὕλην συνδέοντες, καὶ πολλαὶ χιλιάδες ἀθρόον, οἳ μὲν ἀπὸ τῆς ὄχθης οἳ δὲ καὶ ἐκ πορθμείων, ἐπιφοροῦντες. οὕτω μὲν δὴ τὸ ὕδωρ ὑπενόστησεν. ἦν δὲ οὐδ̓ ὣς πορευτέα παῤ ἀλλήλους οὐδετέροις: ἰλύος γὰρ βαθείας ἡ γῆ κατάπλεως ἐγεγόνει, καὶ τὴν ἐπιφάνειαν ἐξικμάσθαι φαινομένην τέλμα δίυγρον ὑπέτρεχεν, ἵππου τε ὁμοίως καὶ ἀνδρὸς βάσιν εἰς βυθισμὸν ἐνεδρεῦον.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
