# Enchridion de Metris 1-12

Hephaestion, Enchridion de Metris, Περὶ τῆς κατ᾽ ἀντιπάθειαν μίζεως.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hephaestion/enchridion-de-metris/1-12

(1) Τῆς δὲ κατ’ ἀντιπάθειαν μίξεως νῦν τὰ πυκνότατα παραθησόμεθα. Ἐπιχοριαμβικὸν μὲν οὖν τὸ Σαπφικὸν καλούμενον ἑνδεκασύλλαβον, οἷον (Sapph. 1) Ποικιλόθρον’ ἀθανάτ’ Ἀφρόδιτα· τοῦτο δὲ τὴν μὲν πρώτην συζυγίαν ἔχει τροχαϊκὴν ἑξάσημον ἢ ἑπτάσημον, τὴν δὲ δευτέραν χοριαμβικήν, τὴν δὲ κατάκλειδα ἐξ ἰάμβου καὶ τῆς ἀδιαφόρου· ὥστε εἶναι τὰ πάντα δύο σχήματα περὶ τὴν τετάρτην συλλαβήν, πῆ μὲν βραχεῖαν γινομένην, πῆ δὲ μακράν. θάτερον μὲν οὖν σχῆμα, τὸ Ποικιλόθρον, ἀθανάτ’ Ἀφρόδιτα πρόκειται· θάτερον δέ (Sapph. 1, 5) ἀλλὰ τυίδ’ ἔλθ’ αἴ ποτα κἀτέρωτα· ὥστ’ εἶναι τὸν κανόνα τοιοῦτον, βαβα βααβ αββ βαββ βααβ αβα ἔστι δὲ καὶ παρ’ Ἀλκαίῳ - καὶ ἄδηλον ὁποτέρου ἐστὶν εὕρημα, εἰ καὶ Σαπφικὸν καλεῖται - οἷον (Alc. 5, 1) χαῖρε Κυλλάνας ὃ μέδεις, σὲ γάρ μοι. τοιούτοις χρῶνται τρισὶν εἰς ἑκάστην στροφήν· εἶτα ἐπιφέρουσι τὸ τέταρτον πεντασύλλαβον, χοριαμβικὸν πενθημιμερές, συνεμπίπτον δακτυλικῷ τῷ εἰς δεύτερον τροχαῖον, οἷόν ἐστι τὸ (Sapph. 1, 4) πότνια θυμόν. Τοῦτο μὲν οὖν πότνια θυμόν.

---

Hephestion, Enchridion de Metris, ed. Maximilian Corsbruch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1402.tlg001.local001/.
