Ancient Greek
Chapter 1
Hephaestion, Enchridion de Metris 1.10
Not analysed yet
(10) Τρίτος δέ ἐστι τρόπος, ὅταν βραχεῖα συλλαβὴ τελικὴ λέξεως ᾖ, μὴ ἐπιφερομένων τῶν τῆς μακρᾶς ποιητικῶν συμφώνων, ἀλλ’ ἤτοι ἑνὸς ἢ μηδενός, ὡς ἐν τῷ οἱ δὲ μέγα ἰάχοντες ἐπέδραμον (Ξ 421), ἢ αὐτὰρ ἐπεὶ Δαναῶν γένετο ἰαχή τε (M 143 sq. =Ο 395 sq.) ,Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης (Ξ 1), ἀλλὰ τά γ’ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται (ι 109), καὶ μέν οἱ Λύκιοι τέμενος τάμον (Ζ 194). ἐνταῦθα καὶ εἰς μέρος λόγου ἡ κοινὴ ἔληξεν καὶ τοῦ ποδὸς τελευταία ἐστίν· αἱ γὰρ ἄλλαι κοιναὶ ἃς εἶπον ἀρκτικαὶ ποδὸς ἦσαν, αὕτη δὲ καὶ τοῦ ποδὸς ληκτική [κ͞αι͞ μ͞ε͞ν]