# Enchridion de Metris 1.5

Hephaestion, Enchridion de Metris, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hephaestion/enchridion-de-metris/1.5

(5) ἐν δὲ τοῖς ἔπεσι σπανιώτερον, οὕτως ὥστε τὸ τοῦ Ἀρχελάου ὄνομα Σοφοκλῆς ἐν ταῖς ἐλεγείαις οὐκ ᾤετο ἐγχωρεῖν οὔτε εἰς ἔπος οὔτε εἰς ἐλεγεῖον· φησὶ γοῦν (1) Ἀρχέλεως· ἦν γὰρ σύμμετρον ὧδε λέγειν· καὶ Παρθένιος δὲ ἐπικήδειον εἰς Ἀρχελαΐδα γράφων ἐλεγειακὸν τὸν τελευταῖον μόνον στίχον ἀντὶ ἐλεγείου ἰαμβικὸν ἐποίησεν, ἐν ᾧ τὸ ὄνομα ἐρεῖν ἔμελλεν (2) ἀμυσχρὸν οὔνομ’ ἔσσετ’ Ἀρχελαΐδος. διὰ τοῦτο καὶ παρ’ Ὁμήρῳ συστέλλομεν τὴν Πηνελέοιο ἄνακτος (Ξ 489). Ῥίνθων μὲν γὰρ καὶ ἐν ἰάμβῳ ἐπισημασίας ἠξίωσε τὸ τοιοῦτον· ἐν γὰρ Ὀρέστῃ δράματί φησιν (10) ὅ σε Διόνυσος αὐτὸς ἐξώλη θείη εἶτα Ἱππώνακτος τὸ μέτρον· οὐδέν μοι μέλει.

---

Hephestion, Enchridion de Metris, ed. Maximilian Corsbruch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1402.tlg001.local001/.
