Ancient Greek
Chapter 1
Hephaestion, Enchridion de Metris 1.6
Not analysed yet
(6) ὅμως μέντοι καὶ ἐν ἔπεσιν εὑρίσκεται, ὡς παρὰ Θεοκρίτῳ (11, 18). ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα, καὶ παρ’ Ὁμήρῳ (Ν 275) οἶδ’ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι; καὶ παρ’ Ἀνακρέοντι ἐν ἐλεγείαις (95) οὐδέ τί τοι πρὸς θυμόν, ὅμως γε μὲν ὡς ἀδοιάστως· ἐπὶ μὲν γὰρ τῶν τοιούτων (Π 235) σοὶ ναίουσ’ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι καὶ (κ 243) ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν ἴσως διὰ τὸ φαντασίαν τινὰ παρέχειν τοῦ ἀπηρτίσθαι τὴν λέξιν ἐν τῷ χαμαι, ὡς μία ἡ χαμαὶ ἀκούεται. ―Τῇ μέντοι γε υι διφθόγγῳ ἐὰν παρακολουθήσῃ τὸ τοιοῦτον, τελείως τραχὺς ὁ στίχος γίνεται οἷον Ἕκτορ υἱὲ Πριάμοιο (Η 47, Λ 200, Ο 244).