# Enchridion de Metris 22

Hephaestion, Enchridion de Metris, Περὶ ἀσυναπτήτων.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hephaestion/enchridion-de-metris/22

(22) Τὸ μὲν οὖν καθαρὸν Κρατίνειον τοιοῦτόν ἐστι· πολυσχημάτιστον δὲ αὐτὸ πεποιήκασιν οἱ κωμικοί. τοὺς γὰρ σπονδείους τοὺς ἐμπίπτοντας ἐν τοῖς ἰαμβικοῖς καὶ τοῖς τροχαϊκοῖς παρὰ τάξιν παραλαμβάνουσιν ἐν ταῖς μέσαις συζυγίαις, τῇ τροχαϊκῇ καὶ τῇ ἰαμβικῇ. Εὔπολις δὲ ἐν τοῖς Ἀστρατεύτοις καὶ ἀτακτοτάτως συνέθηκε τὸ εἶδος· πῆ μὲν γὰρ τοιαῦτα ποιεῖ (37) ἄνδρες ἑταῖροι, δεῦρ’ ἤδη τὴν γνώμην προσίσχετε, εἰ δυνατόν, καὶ μή τι μεῖζον πράττουσα τυγχάνει, πῆ δὲ τοιαῦτα (Eup. 38) καὶ ξυνεγιγόμην ἀεὶ τοῖς ἀγαθοῖς φάγροισιν, ὥσθ’ ὅλον αὐτὸ χοριαμβικὸν ἐπίμικτον γενέσθαι, ὅμοιον Ἀνακρεοντείῳ τῷδε (Anacr. 22) Σίμαλον εἶδον ἐν χορῷ πηκτίδ’ ἔχοντα καλήν, πῆ δὲ καὶ ἄλλοις ἐχρήσατο λίαν ἀτάκτοις σχήμασι.

---

Hephestion, Enchridion de Metris, ed. Maximilian Corsbruch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1402.tlg001.local001/.
