# Enchridion de Metris 3-10

Hephaestion, Enchridion de Metris, Περὶ παιωνικοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hephaestion/enchridion-de-metris/3-10

(3) ὅμως δ’ ἐν τοῖς Γεωργοῖς Ἀριστοφάνης ἐποίησέ 〈που〉 τὸν τέταρτον παιῶνα ἀντὶ τοῦ πρώτου, οὐ τηρήσας τὸ πρῶτον † παρατήρημα, (111) ἐν ἀγορᾷ δ’ αὗ πλάτανον εὖ διαφυτεύσομεν. ἐν δὲ ταῖς δευτέραις Θεσμοφοριαζούσαις (334) καὶ κρητικοὺς πολλάκις ἐν μέσοις τοῖς τετραμέτροις παρέλαβεν μήτε Μούσας ἀνακαλεῖν ἑλικοβοστρύχους μήτε χάριτας βοᾶν εἰς χορὸν Ὀλυμπίας· ἐνθάδε γάρ εἰσιν, ὥς φησιν ὁ διδάσκαλος. Σιμίας δὲ ἐπετήδευσεν ἔν τισι ποιήμασι τοὺς πλεῖστους κρητικοὺς παραλαμβάνειν, μᾶτερ ὦ ποντία κλῦθι νυμφᾶν ἁβρᾶν Δῶρι, κυμοκτύπων ἤραν’ ἁλίων μυχῶν, καὶ πάλιν σοὶ μὲν εὔιππος εὔπωλος ἐγχέσπαλος δῶκεν αἰχμὰν Ἐνυάλιος εὔσκοπον ἔχειν.

---

Hephestion, Enchridion de Metris, ed. Maximilian Corsbruch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1402.tlg001.local001/.
