# Enchridion de Metris 3-13-6

Hephaestion, Enchridion de Metris, 3 to 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hephaestion/enchridion-de-metris/3-13

(3) Ὁμοίως δὲ καὶ ἐπὶ τῶν Γλυκωνείων τοιαῦτα σχήματα παραλαμβάνεται, οἷον ἐν τοῖς Κορίννης (20) καλὰ γέροι’ ἀεισομένα Ταναγρίδεσσι λευκοπέπλοις. μέγα δ’ ἐμὴ γέγαθε πόλις λιγουροκωτίλαις ἐνοπαῖς. ὧδε καὶ τόδε καὶ πεντήκοντ’ οὑψιβίας (Cor. 13). ἔτι δὲ καὶ πλείοσιν αὕτη κέχρηται σχήμασιν (Cor. 14―18) δούρατος ὥστ’ ἐφ’ ἵππω. ― κατὰ μὲν βριμούμενοι. ― πόλιν δ’ ἐπράθομεν. ― † προφανεὶς· γλούκου δέ τις ᾄδων. ― πελέκεσσι δονεῖται. ― (4) Τάχα δὲ καὶ τὸ κωμικόν [τὸ] καλούμενον ἐπιωνικὸν πολυσχημάτιστον συνέθεσαν· μάλιστα δ’ ἐν αὐτῷ ἀταξία πολλή, ἡ τοὺς σπονδείους ἐπ’ ἀρτίου χώρας ἔχουσα τῶν ἰαμβικῶν συζυγιῶν, οἷον παρ’ Εὐπόλιδι ἐν Χρυσῷ Γένει (290) ὦ καλλίστη πόλι πασῶν ὅσας Κλέων ἐφορᾷ, ὡς εὐδαίμων πρότερόν τ’ ἦσθα, νῦν δὲ μᾶλλον ἔσῃ. (5) Καὶ τὸ Εὐπολίδειον [τὸ] καλούμενον ἐπιχοριαμβικὸν πολυσχημάτιστόν ἐστιν, ἐν ᾧ τὰς τροχαϊκὰς παρὰ τάξιν ποιοῦσι δέχεσθαι τὸν σπονδεῖον· ― ἐνίοτε δὲ καὶ ἀντισπαστικὸν καθαρὸν ποιοῦσιν ― οἷον εὐφράνας ἡμᾶς ἀπέπεμπ’ οἴκαδ’ ἄλλον ἄλλοσε (frg. com. ad. 53). ὁ σώφρων τε χὠ καταπύγων ἄριστ’ ἠκουσάτην (Arist. Nub. 529). (6) Καὶ τὸ Κρατίνειον δὲ τὸ ἀσυνάρτητον ἐκ χοριαμβικοῦ καὶ τροχαικοῦ πολυσχημάτιστόν ἐστιν. ἀρκέσει τοῦτο δεῖξαι ἡ παράβασις ἡ ἐν τοῖς Ἀστρατεύτοις Εὐπόλιδος πᾶσα, ἵνα μὴ νῦν μηκύνωμεν παραδείγματα παρατιθέμενοι. Τοσαῦτα περὶ τῶν μέτρων, περὶ δὲ ποιήματος ἑξῆς ῥητέον.

---

Hephestion, Enchridion de Metris, ed. Maximilian Corsbruch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1402.tlg001.local001/.
