# Enchridion de Metris 3

Hephaestion, Enchridion de Metris, Περὶ συνεκφωνήσεως.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hephaestion/enchridion-de-metris/3

(3) ἢ δύο βραχεῖαι εἰς μίαν βραχεῖαν, ὅπερ ἐν τοῖς ἄλλοις εὑρίσκεται μέτροις, ὡς παρὰ Σωτάδῃ ἐν τῇ Ἰλιάδι σείων μελίην Πηλιάδα δεξιὸν κατ’ ὦμον, ἐν δὲ τοῖς ἔπεσι σπανίως· ὥστε Κριτίας ἐν τῇ εἰς Ἀλκιβιάδην ἐλεγείᾳ οὐκ ᾤετο ἐγχωρεῖν τοῦ Ἀλκιβιάδου τὸ ὄνομα· φησὶ γὰρ (3) καὶ νῦν Κλεινίου υἱὸν Ἀθηναῖον στεφανώσω Ἀλκιβιάδην νέοισιν ὑμνήσας τρόποις· οὐ γάρ πως ἦν τοὔνομ’ ἐφαρμόζειν ἐλεγείῳ· νῦν δ’ ἐν ἰαμβείῳ κείσεται οὐκ ἀμέτρως. Ἔστι μέντοι καὶ ἐν ἔπει, ὡς παρὰ Κορίννῃ ἐν τῷ πέμπτῳ (9) ἢ διανεκῶς εὕδης; οὐ μὰν πάρος ἦσθα Κόριννα, καὶ παρὰ Πραξίλλῃ ἐν διθυράμβοις ἐν ᾠδῇ ἐπιγραφομένῃ Ἀχιλεὺς (1) ἀλλὰ τεὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.

---

Hephestion, Enchridion de Metris, ed. Maximilian Corsbruch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1402.tlg001.local001/.
