# Enchridion de Metris 5-5

Hephaestion, Enchridion de Metris, Περὶ ἰωνικοῦ τοῦ ἀπὸ μείζονος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hephaestion/enchridion-de-metris/5-5

(5) καὶ τετράμετρα δὲ ἀκατάληκτα διαφόρως συνέθεσαν· ἢ γὰρ τρισὶν ἰωνικαῖς μίαν τροχαϊκὴν τὴν τελευταίαν ἐπήγαγον ― καλεῖται δὲ Αἰολικόν, ὅτι Σαπφὼ πολλῷ αὐτῷ ἐχρήσατο ― οἷον (Sapph. 76. 77) εὐμορφοτέρα Μνασιδίκα τᾶς ἁπαλᾶς Γυρίννως· ― ἀσαροτέρας οὐδαμά πὤρανα σέθεν τυχοῖσαν· (παρατηρεῖν δὲ χρή, ὅτι τὴν πρώτην συζυγίαν καὶ ἀπὸ βραχείας ἀρχομένην ποιοῦσιν, ὥσπερ καὶ ἐν τοῖς τριμέτροις (Saph. 54, 3) πόας τέρεν ἄνθος μαλακὸν μάτεισαι·) ἐνίοτε δὲ ἐναλλὰξ τὰς ἰωνικὰς ταῖς τροχαϊκαῖς παραλαμβάνουσιν, ἀντὶ μὲν τῶν ἰωνικῶν ἔσθ’ ὅτε τὰς δευτέρας παιωνικὰς παραλαμβάνοντες, ἀντὶ δὲ τῶν ἑξασήμων τροχαϊκῶν ἔσθ’ ὅτε τὰς ἑπτασήμους τροχαϊκάς, οἷον (Sapph. 52) δέδυκε μὲν ἁ σελάννα καὶ πληιάδες· μέσαι δὲ νύκτες, παρὰ δ’ ἔρχεθ’ ὥρα· ἐγὼ δὲ μόνα καθεύδω.

---

Hephestion, Enchridion de Metris, ed. Maximilian Corsbruch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1402.tlg001.local001/.
