# Enchridion de Metris 6

Hephaestion, Enchridion de Metris, Περὶ ἀποθέσεω; μέτρων.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hephaestion/enchridion-de-metris/6

(6) Πᾶν μέτρον εἰς τελείαν περατοῦται λέξιν· ὅθεν ἐπίληπτά ἐστι τὰ τοιαῦτα Σιμωνίδου ἐκ τῶν ἐπιγραμ μάτων (131) ἡ μέγ’ Ἀθηναίοισι φόως γένετ’, ἠνίκ’ Ἀριστογείτων Ἵππαρχον κτεῖνε καὶ Ἁρμόδιος, καὶ πάλιν Νικομάχου τοῦ τὴν περὶ τῶν ζωγράφων ἐλεγείαν πεποιηκότος (PLGII p. 316) οὗτος δή σοι ὁ κλεινὸς ἂν Ἑλλάδα πᾶσαν Ἀπολλόδωρος· οὗτος δή σοι ὁ κλεινὸς ἂν Ἑλλάδα πᾶσαν Ἀπολλόδωρος· γινώσκεις τοὔνομα τοῦτο κλύων· ταῦτα μὲν οὖν ἐγένετο διὰ τὴν τῶν ὀνομάτων ἀνάγκην — οὐ γὰρ ἐνεχώρει —, ἔνια δὲ καὶ παίζουσιν οἱ κωμικοί, ὡς Εὔπολις Βάπταις (73) ἀλλ’ οὐχὶ δυνατόν ἐστιν· οὐ γὰρ ἀλλὰ προβούλευμα βαστάζουσι τῆς πόλεως μέγα.

---

Hephestion, Enchridion de Metris, ed. Maximilian Corsbruch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1402.tlg001.local001/.
