# Fragmenta 1

Heraclides Cumanus, Fragmenta, Dfhg-Source dfhg2_HERACLIDES_CUMANUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclides-cumanus/fragmenta/1

Φυλάσσουσί τε αὐτὸν (sc. regem Persarum) καὶ τριακόσιαι γυναῖκες, ὡς ἱστορεῖ ὁ Κυμαῖος Ἡρακλείδης ἐν πρώτῃ Περσικῶν. Αὗται δὲ τὰς μὲν ἡμέρας κοιμῶνται, ἵνα νυκτὸς ἐγρηγορῶσι, τῆς δὲ νυκτὸς ᾄδουσαι καὶ ψάλλουσαι διατελοῦσι, λύχνων καιομένων. Χρῆται δὲ αὐταῖς καὶ πολλάκις ὁ βασιλεὺς διὰ τῆς τῶν μηλοφόρων αὐλῆς. Ἦσαν δὲ οὗτοι τῶν δορυφόρων καὶ τῷ γένει πάντες Πέρσαι, ἐπὶ τῶν στυράκων μῆλα χρυσᾶ ἔχοντες, χίλιοι τὸν ἀρθμὸν, ἀριστίνδην ἐκλεγόμενοι ἐκ τῶν μυρίων Περσῶν τῶν Ἀθανάτων κακουμένων. Καὶ διῄει διὰ τῆς τούτων αὐλῆς πεζὸς, ὑποτιθεμένων ψιλοταπίδων Σαρδιανῶν, ἐφ ̓ ὧς οὐδεὶς ἄλλος ἐπέβαινεν, ἢ βασιλεύς. Ὅτε δὲ εἰς τὴν ἐσχάτην αὐλὴν ἔλθοι, ἀνέβαινεν ἐπὶ τὸ ἅρμα· ἐνίοτε δὲ καὶ ἐφ ̓ ἵππου· πεζὸς δὲ οὐδέποτε ἑωράθη ἔξω τῶν βασιλείων. Εἰ δὲ ἐπὶ θήραν ἐξίοι, καὶ αἱ παλλακίδες αὐτῷ συνεξῄεσαν. Ὁ δὲ θρόνος, ἐφ ̓ ᾧ ἐχρημάτιζε καθήμενος, χρυσοῦς ἦν, ὃν περιειστήκεσαν τέσσαρες κιονίσκοι λιθοκόλλητοι χρυσοῖ, ἐφ ̓ ὧν διετέτατο ἱμάτιον ποικίλον πορφυροῦν.

---

HERACLIDES CUMANUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1406.tlg003.local002/.
