# Fragmenta 2.1

Heraclides Cumanus, Fragmenta, Dfhg-Source dfhg2_HERACLIDES_CUMANUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclides-cumanus/fragmenta/2.1

Ἡρακλείδης δ ̓ ὁ Κυμαῖος, ὁ τὰ Περσικὰ συγγράψας, ἐν τῷ δευτέρῳ τῶν ἐπιγραφομένων Παρασκευαστικῶν, Καὶ οἱ θεραπεύοντες (φησὶ) τοὺς Περσῶν βασιλεῖς δειπνοῦντας ἅπαντες λελουμένοι διακονοῦσιν, ἐσθῆτας καλὰς (λευκὰς Ep.) ἔχονςες, καὶ διατρίβουσι σχεδὸν τὸ ἥμισυ τῆς ἡμέρας περὶ τὸ δεῖπνον. Τῶν δὲ τοῦ βασιλέως συνδείπνων οἱ μὲν ἔξω δειπνοῦσιν, οὓς καὶ ὁρᾶν ἔξεστι παντὶ τῷ βουλομένῳ, οἱ δὲ εἴσω μετὰ βασιλέως. Καὶ οὗτοι δὲ οὐ συνδειπνοῦσιν αὐτῷ, ἀλλ ̓ ἔστιν οἰκήματα δύο καταντικρὺ ἀλλήλων, ἐν ᾧ ὁ βασιλεὺς τὸ ἄριστον ποιεῖται, καὶ ἐν ᾧ οἱ σύνδειπνοι. Καὶ ὁ βασιλεὺς ἐκείνους ὁρᾷ διὰ τοῦ παρακαλύμματος τοῦ ἐπὶ τῇ θύρᾳ· ἐκεῖνοι δ ̓ αὐτὸν οὐχ ὁρῶσιν. Ἐνίοτε μέντοι, ἐπειδὰν ἕορτὴ ᾖ, ἐν ἑνὶ οἰκήματι ἄπαντες δειπνοῦσιν, ἐν ᾦ καὶ ὁ βασιλεὺς, ἐν τῷ μεγάλῳ οἴκῳ. Ὅταν δὲ ὁ βασιλεὺς πότον ποιῆται, (ποιεῖ δὲ πολλάκις,) συμπόται αὐτῷ εἰσιν ὡς μάλιστα δώδεκα. Καὶ ὅταν δειπνήσωσιν ὅ τε βασιλεὺς τούτους καθ ̓ αὑτὸν καὶ οἱ σύνδειπνοι, καλεῖ τοὺς συμπότας τούτους τις τῶν εὐνούχων Καὶ ὅταν εἰσέλθωσι, συμπίνουσι μετ ̓ αὐτοῦ, οὐ τὸν αὐτὸν οἶνον κἀκεῖνοι· καὶ οἱ μὲν χαμαὶ καθήμενοι, ὁ δ ̓ ἐπὶ κλίνης χρυσόποδος κατακείμενος· καὶ ὑπερμεθυσθέντες ἀπέρχονται. Τὰ δὲ πλεῖστα ὀ βασιλεὺς μόνος ἀριστᾷ καὶ δειπνεῖ. Ἐνίοτε δὲ καὶ ἡ γυνὴ αὐτῷ συνδειπνεῖ, καὶ τῶν υἱῶν ἔνιοι. Καὶ παρὰ τὸ δεῖπνον ᾄδουσί τε καὶ ψάλλουσιν αἱ παλλακαὶ αὐτῷ· καὶ μία μὲν ἐξάρχει, αἱ δ ̓ ἄλλαι ἀθρόως ἀθρόως ᾄδουσι. Τὸ δὲ δεῖπνον, φησὶ, τοῦ βασιλέως καλούμενον ἀκούσαντι μὲν δόξει μεγαλοπρεπρὲς εἶναι, ἐξεταζόμενον δὲ φανεῖται οἰκονομικῶς καὶ ἀκριβῶς συντεταγμένον, καὶ τοῖς ἄλλοις Πέρσαις τοῖς ἐν δυναστείᾳ οὖσι κατὰ τὸν αὐτὸν τρόπον. Ἔστι μὲν γὰρ τῷ βασιλεῖ χίλια ἱερεῖα τῆς ἡμέρας κατακοπτόμενα. Τούτων δ ̓ εἰσὶ καὶ ἵπποι, καὶ κάμηλοι, καὶ βόες, καὶ ὄνοι, καὶ ἔλαφοι, καὶ τὰ πλεῖστα πρόβατα· πολλοὶ δὲ καὶ ὄρνιθες ἀναλίσκονται, οἵ τε στρουθοὶ οἱ Ἀράβιοι, (ἔστι δὲ τὸ ζῷον μέγα,) καὶ χῆνες καὶ ἀλεκτρυόνες. Καὶ μέτρια μὲν αὐτῶν παρατίθεται ἑκάστῳ τῶν συνδείπνων τοῦ βασιλέως, καὶ ἀποφέρεται ἕκαστος αὐτῶν, ὅ τι ἂν καταλίπηται ἐπὶ τῷ ἀρίστῳ. Τὰ δὲ πλεῖστα τούτων τῶν ἱερείων καὶ τῶν σιτίων, οὕς τρέφει βασιλεὺς τῶν τε δορυφόρων. Καὶ τῶν πελταστῶν, τούτοις ἐκφέρεται εἰς τὴν οὐλήν· οὗ οἱ ἐδέατροι ἅπαντα μερίδας ποιήσαντες τῶν κρεῶν καὶ τῶν ἄρτων ἴσας διαιροῦνται. Ὥσπερ δὲ οἱ μισθοφόροι ἐν τῇ Ἑλλάδι μισθὸν ἀργύριον λαμβάνουσιν, οὕτως οὗτοι τὰ σιτία παρὰ τοῦ βασιλέως εἰς ὑπόλογον λαμβάνουσιν. Οὔτω δὲ καὶ παρὰ τοῖς ἄλλοις Πέρσαις τοῖς ἐν δυναστείᾳ οὖσιν ἀθρόᾳ πάντα τὰ σιτία ἐπὶ τὴν τράπεζαν παρατίθεται· ἐπειδὰν δὲ οἱ σύνδειπνοι δειπνήσωσι, τῶν ἀπὸ τῆς τραπέζης παραλειπομένων, (καταλείπεται δὲ τὰ πλεῖστα κρέα καὶ ἄρτοι,) ὁ τῆς τραπέζης ἐπιμελούμενος δίδωσιν ἑκάστῳ τῶν οἰκετῶν. Καὶ ταῦτα λαβὼν, τὴν καθ ̓ ἡμέραν ἔχει τροφήν. Παρὰ γὰρ τὸν βασιλέα φοιτῶσιν οἱ ἐντιμότατοι τῶν συνδείπνων ἐπὶ τὸ ἄριστον μόνον, διὰ τὸ παρῃτῆσθαι, ἵνα μὴ δὶς πορεύωνται, ἀλλὰ καὶ αὐτοὶ τοὺς συνδείπνους ὑποδέχωνται.

---

HERACLIDES CUMANUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1406.tlg003.local002/.
