# Fragmenta 6-7

Heraclides Lembus, Fragmenta, 6 to 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclides-lembus/fragmenta/6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/heraclides-lembus/fragmenta/6
CTS URN: urn:cts:greekLit:tlg1407.tlg002:6-7

Ἡρακλείδης δέ φησιν ἐν τῇ τῶν Σατύρου βίων ἐπιτομῇ μετὰ τὸ θάψαι Φερεκύδην ἐν Δήλῳ ἐπανελθεῖν εἰς Ἰταλίαν, καὶ ** πανδαισίαν εὑρόντα Κύλωνος τοῦ Κροτωνιάτου εἰς Μεταπόντιον ἐξελθεῖν, κἀκεῖ τὸν βίον καταστρέψαι ἀσιτίᾳ, μὴ βουλόμενον περαιτέρω ζῆν. Ὁ δ ̓ οὖν Πυθαγόρας, ὡς μὲν Ἡρακλείδης φησὶν ὁ τοῦ Σαραπίωνος, ὀγδοηκοντούτης ἐτελεύτα, κατὰ τὴν ἰδίαν ὑπογραφὴν τῶν ἡλικιῶν· ὡς δ ̓ οἱ πλείους, ἔτη βιοὺς ἐνενήκοντα. Σάτυρος δ ̓ ἐν τοῖς Βίοις φησὶν ὅτι Ἐμπεδοκλῆς υἱὸς μὲν ἦν Ἐξαινέτου, κατέλιπε δὲ καὶ αὐτὸς υἱὸν Ἐξαίνετον· ἐπί τε τῆς αὐτῆς Ὀλυμπιάδος τὸν μὲν ἵππῳ κέλητι νενικηκέναι, τὸν δ ̓ υἱὸν αὐτοῦ πάλῃ ἢ, ὡς Ἡρακλείδης ἐν τῇ Ἐπιτομῇ, δρόμῳ. Ἀριστοτέλης γὰρ αὐτὸν, ἔτι δ ̓ Ἡρακλείδης ἑξήκοντα ἐτῶν φησὶ τετελευτηκέναι. Ἡρακλείδης δὲ ὁ Σαραπίωνος ἑτέρου φησὶν εἶναι τὰς τραγῳδίας. Καθελεῖν δὲ θελήσας Νέαρχον τὸν τύραννον (οἱ δὲ, Διομέδοντα) συνελήφθη, καθά φησιν Ἡρακλείδης ἐν τῇ Σατύρον Ἐπιτομῇ.

---

HERACLIDES LEMBUS, Fragmenta. Text: Digital Fragmenta Historicorum Graecorum, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1407.tlg002.local002/.
