# Fragmenta 115.2-116.7

Heraclides Ponticus Junior, Fragmenta, 115.2 to 116.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/115.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/115.2

III. Λύπης ἀνασταλτικὸς τις Ἀριστιππον λόγος. Ὅτι Ἀριστιππος ἐταίρων αὐτῷ τινων ὀδυρομένων βαρύτατα, πολλὰ μὲν καὶ ἄλλα πρὸς αὐτοὺς εἶπε λύπης ἀνασταλτικά, καὶ ταῦτα δὲ ἐν προοιμίοις· Ἄλλ’ ἔγωγε ἦκω παρ’ ὑμᾶς, οὐχ ὡς συλλυπουμένος, ἀλλ’ ἵνα παύσω ὑμᾶς λυπουμένων. IV. Περὶ μύλης ἐπαίνου. Ὅτι Πιντακὸς πᾶν σφοδρῶς ἐπῄνει τὴν μύλην, τὸ ἐγκώμιον αὐτῆς ἐκεῖνο ἐπιλέγων, ὅτι ἐν μικρῷ τόπῳ διάφορά ἐστι γυμνᾶσασθαι. Ἦν δὲ τι ἄσμα ἐπιμύλιον οὕτω καλούμενον. V. Περὶ τῆς ἐν πολλοῖς αὐτουργίας τοῦ τε Ὀδυσσέως καὶ τοῦ Ἀχιλλέως. Καὶ Λαέρτης δὲ αὐτουργῶν ὑπὸ τοῦ παιδὸς πεφώραται, καὶ φυτὸν ξύων, καὶ τοὺς γηράσκων βα- θιτατα. Ὁμολογεῖ δὲ καὶ Ὀδυσσεὺς αὐτὸς πολλὰ εἰδέναι, καὶ τεχνίτης αὐτῶν εἶναι· Ὅτε Ἡρακλείων ἀπέθανεν, Ἀλέξανδρος ὀπλὰ αὐτῷ εἰς τὴν πυρὰν ἐνέβαλε, καὶ χρυσοῦν καὶ ἀργυροῦν τῷ νεκρῷ συνέτηξε, καὶ ἐσθῆτα τὴν μέγα τιμῖαν ἐν Πέρσαις, Ἀπέλειπε δὲ καὶ τοὺς πολέμικους, καὶ ἀγαθούς, καὶ ἑαυτόν, Ὀμηρικὸν πάθος δρῶν, καὶ μιμούμε- Ἀρητοσύνη δ᾽ οὐκ ἄν μοι ἐρίσειεν βροτὸς ἄλλος· Πύρ τ᾽ εὑ νηῖσω, διὰ τε ξύλα πολλὰ κεάσαι. Καὶ τὴν σχεδίαν δέ, οὐ δεηθεὶς ναυπηγῶν, ἀλλὰ δι᾽ ἑαυτοῦ τὴν ταχίστην εἰργάσατο. Καὶ Ἀχιλλεὺς δέ, τρίτος ὢν ἀπὸ τοῦ Ἄιδος, αὐτὸς διακόπτει τὰ κρέα, δεῖπνον τοῖς παρὰ τῶν Ἀχαιῶν πρέσβεσιν ἀφικομένοις εὐτρεπῶσαι σπεύδων. VI Σκυθου τινὸς ἀπόκρισις περὶ ὕγους. Χιὼνος ποτὲ πιπτούσης, ἠρετο ὁ βασιλεὺς τῶν Σκυθῶν τινα, εἰ ὕγοι, γυμνὸν διακατεροῦντα. Ὁ δὲ αὐτὸν ἀντήρετο, εἰ τὸ μέτωπον ὕγοι· τοῦ δέ, οὐ φήσαντος, Οὐκοῦν, εἶπεν, οὐδ᾽ ἐγώ, πῶς γὰρ μέτωπόν εἰμι. VII Περί Δημοσθένους ἀγρυπνίας. Ὅτι Πυθέας ἐπέσχωπτεν εἰς Δημοσθένῃ τὸν Δημοσθένους, ἐπιλέγων αὐτῷ τὰ ἐνθυμήματα ἐλληνικῶν ἀπόξεν· ὅτι ἐκεῖνος διὰ τῆς νυκτὸς πάσης ἀγρύπνει φροντίζων, καὶ ἐκμανθάνων· ὁ ἐμελλεν ερεῖν ἐλθὼν εἰς τοὺς Ἀθηναίους.

---

Heraclides Ponticus Junior Gramm., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001691.
