# Fragmenta 153.2-154.1

Heraclides Ponticus Junior, Fragmenta, 153.2 to 154.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/153.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/153.2

XIV. Περὶ ἀργίας. Σωκράτης ἔλεγε, ὅτι ἡ Ἀργία ἀδελφὴ τῆς Ἑ-λευθερίας ἐστίν. Καὶ μαρτύριον ἔλεγε, ἀνδρειοτά-τους καὶ ἐλευθερωτάτους Ἰνδοὺς, καὶ Πέρσας, ἀμ-φοτέρους δὲ πρὸς χρηματισμὸν ἀργοτάτους εἶναι· Φρύγας δὲ καὶ Λυδοὺς, ἐργασιμωτέρους, δου-λεύειν δέ. XV. Περὶ τῶν μνηστευσамένων τὰς τοῦ Ἀριστείδου καὶ τοῦ Λυσάνδρου θυγατέρας. Τὰς Ἀριστείδου θυγατέρας, ἐπ’ αὐτῷ περιόν-τος, ἐμνηστεύοντο οἱ τῶν Ἑλλήνων δοκοῦντες δια-φέρειν. Ἔβλεπον δὲ ἄρα οὐκ εἰς τὸν βίον Ἀριστεί-δου, οὔδ’ ἐθαύμαζον αὐτοῦ τὴν δικαιοσύνην· ἐπὶ τούτων γε εἰ ἦσαν ζηλωταί. ἀλλὰ μετὰ ταῦτα ἐπέμεναν τῇ μνηστειᾳ. Νῦν δὲ ὁ μὲν ἀπέθανεν, οἱ δὲ οὐδὲν ἠγῆσαντο εἶναι πρᾶγμα κοινὸν πρὸς τὰς κόρας. Ἀποθανόν γὰρ ἐγνώσθη ὁ παὶς Λυσίμαχου, ὅτι πένης ἦν· ὅπερ καὶ ἀνέστειλεν ἐκείνους τοὺς κακοδαίμονας ἐνδόξου τε ὑμᾶ καὶ σεμνοτάτου γάμου, παρ’ ἐμοὶ κριτῇ. Παραπλήσιον δὲ καὶ ἐπὶ Λυσάνδρου· μαθόντες γὰρ αὐτὸν εἶναι πένητα, τὸν γάμον ἀπέδρασαν.

---

Heraclides Ponticus Junior Gramm., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001691.
