# Fragmenta 164.1

Heraclides Ponticus Junior, Fragmenta, 164.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/164.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/164.1

Εἰς οὖν τῶν Κύρου σατραπῶν μετὰ καὶ ἄλλων παρθένων ἀνήγαγεν αὐτὴν πρὸς Κύρον. Καὶ τάχιστα τῶν ἄλλων παλλακίδων προετιμήθη, διὰ τε ἥθους ἀφέλειαν, καὶ τοῦ τρόπου τὸ αἰδὲῖμον, καὶ ὅτι ἀπειρίγως καλὴ ἦν. Συνεμύχεται δὲ πρὸς τὸ ἀπεριλείσθαι, καὶ ὅτι σύνεσιν εἶχε: πολλάκις γοῦν καὶ ὑπὲρ τῶν ἐπιγόντων ἐχρήσατο αὐτῇ συμβούλῳ Κύρος, καὶ πεισθεὶς οὐ μετέγνω. Ὡς δὲ ἦλθε τὸ πρῶτον πρὸς Κύρον ἡ Ἀσπασία, ἔνυχε μὲν ἀπὸ διίππου ὤν, καὶ πίνειν ἐμελλε κατὰ τὸν τρόπον τὸν Περσικόν· μετὰ γὰρ τὸ ἐμπλησθῆναι τροφῆς, οἱ Πέρσαι τῷ τε οἴνῳ, καὶ ταῖς προπόσεσιν εὖ μᾶλα ἀποσχολάζουσιν, οἴονεὶ πρὸς τὸν πότον, ὡς πρὸς ἀντίπαλον, ἀποδυόμενοι. Μεσούντος οὖν τοῦ πότου, τέσσαρες παρθένοι παράγονται τῷ Κύρῳ Ἑλληνικαί, ἐν δὲ ταῖς καὶ ἡ Φωκαὶς Ἀσπασία ἦν. Ἦσαν δὲ κάλλιστα διεσκευασμέναι. Αἱ μὲν γὰρ τρεῖς ὑπὸ τῶν οἰκείων γυναικῶν, αἱ ἔτυχον αὐταῖς συναελθούσαι, διαπεπλεγμένα τε ἦσαν ταῖς κόμαις, καὶ διαπεποιλημέναι τὰ πρόσωπα ἐντρίψεσι καὶ φαρμάκοις. Ἦσαν δὲ καὶ ὑπὸ τῶν τροφῶν δεδιδάχμεναι, ὅπως τε ὑποδραμεῖν χῆ τὸν Κύρον, καὶ τίνα τρόπον θωπεύσαι, καὶ προσιόντα μὴ ἀποστραφῆναι, καὶ ἀπομένου μὴ δυσχερᾶναι, καὶ φιλοῦντος ὑπομεῖναι· ἐταιρικὰ εὖ μᾶλα μαθήματα, καὶ διδάγματα, καὶ γυναικῶν καπηλικῶς τῷ κάλλει χρωμένων ἔργα. Ἐσπευδον οὖν ἄλλη ἄλλην ὑπερβαλεῖσθαι τῷ κάλλει. Ἡ δὲ Ἀσπασία, οὔτε ἐνδύσαι πολυτελεῖ χιτῶνα ἐβούλετο, οὔτε περιβόλημα περιβαλεῖσθαι ποι-

---

Heraclides Ponticus Junior Gramm., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001691.
