# Fragmenta 178.3

Heraclides Ponticus Junior, Fragmenta, 178.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/178.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/178.3

XXV. Πολλοὶ τῶν ἀρίστων τινῶν ὤναντο καὶ ἀπήλαυσαν. Ὦναντο ἄρα καὶ Ὀδυσσεὺς Ἀλκίνου, καὶ Ἀχιλλεὺς Χείρωνος, καὶ Πάτροκλος Ἀχιλλέως, καὶ Ἀγαμέμνων Νέστορος, καὶ Τηλέμαχος Μενελάου, καὶ Ἐκτὼρ Πολυδάμαντος, ἐν οἷς αὐτῷ προσεῖχε, καὶ οἱ Τρῶες Ἀντήνορος. Καὶ οἱ Πυθαγόρειοι μὲν ἐμιληται, Πυθαγόρου ὤναντο· οἱ Δημοκρίτειοι δὲ, συγγενόμενοι Δημοκρίτῳ, πολλῶν ἀπήλαυσαν. Σακράτει δὲ εἰ προσεῖχον οἱ Ἀθηναῖοι, πάντα ἂν ἐγέοντο εὐδαίμονες, [εἰ ἐφίλοσάφρον]. Καὶ Τέρον δὲ ὁ Λειψμένους Σιμωνίδου τοῦ Κείου ἀπήλαυσε, καὶ Πολυκράτης Ἀναξάνδρου, καὶ Ξενοφῶντος Πρόξενος, καὶ Ἀντίγονος Ζήνωνος. Ἵνα δὲ καὶ τῶν ἐμοὶ πρόσχόντων οὐδὲν ἦτον, ἧπερ καὶ οἱ Ἕλληνες προσήκουσι, μεμνήσομαι (διαφέρει δὲ μοι καὶ τούτων, εἶγε Ῥωμαῖός εἰμι), καὶ Λεύκολλος Ἀντίχου τι ὤνατο τοῦ Ἀσκαλωνίτου, καὶ Μαϊκήνας Ἀρείου, καὶ Κικέρων Ἀπολλωνίου, καὶ ὁ Σεβαστὸς Ἀθηνοδώρου. Πλάτων δὲ, ἐμοὶ καίτοι σοφώτερος ὢν, λέγει, ὅτι καὶ Ζεὺς εἶχε σύμβουλον· τὶνα δὲ, καὶ ὅπως, παρ’ ἐκείνου μανθάνωμεν.

---

Heraclides Ponticus Junior Gramm., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001691.
