# Fragmenta 180.5-181.2

Heraclides Ponticus Junior, Fragmenta, 180.5 to 181.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/180.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/180.5

XXXI. Περὶ διαφόρων οἴνων Ἑλληνικῶν. Φέρε οἴνων Ἑλληνικῶν, διὰ σπουδῆς ἰόντων ἐν τοῖς πάλαι, ὀνόματα καταλέξω ὑμῖν. Πράμνειόν τινα ἐκάλουν· ἱερὸν δ’ ἦν ἄρα τοῦτο τῆς Ἀρτέμινος· καὶ Χῖος οἶνος, ἐκ τῆς νήσου, καὶ Θάσιος ἄλλος, καὶ Λέσβιος· καὶ ἐπὶ τούτοις Γλυκὺς τις ἐκαλεῖτο, πρέπων τῷ ὀνόματι τὴν γεῦσιν· καὶ Κρῆς ἄλλος. Καὶ ἐν Συρακούσαις Πόλιος· ἐκλήθη δὲ ἀπὸ τινος ἐγχωρίου βασιλέως. Ἐπινον δὲ καὶ Κῶον οἶνον, καὶ οὕτως αὐτὸν ἐκάλουν καὶ Ῥόδιον, κατὰ τὴν αὐτὴν ὀνομαζόντες. Τί δέ, οὐκ ἐκεῖνα τοὺς Ἑλλήνας τρυφῆς ἀπόδειξες; μῦρον γὰρ οἶνον μῦγνυντες οὕτως ἐπίνον, καὶ ὑπερηφάζοντο τὴν τοιαύτην κρᾶσιν καὶ ἐκαλεῖτο ὁ οἶνος Μυρρόδην. Μέμνηται δὲ αὐτοῦ Φιλίππιδης ὁ τῆς κωμῳδίας ποιητής. XXXII. Περὶ Πυθαγόρου, Ἐμπεδοκλέους, Ἰππίου, καὶ Γοργίου ἐνδύματος, καὶ ὑποδήματος. Πυθαγόρας ὁ Σάμιος λευκὴν ἐσθῆτα ἔσθητο, καὶ ἔφορει στέφανον χρυσοῦν, καὶ ἀναξυρίδας. Ἐμπεδοκλῆς δὲ ὁ Ἀκραγαντῖνος ἀλουργεῖ ἐχρήσατο, καὶ ὑποδήμασι χαλκοῖς. Ἰππίαν δέ, καὶ Γοργίαν, ἐν πόρφυραῖς ἐσθῆσι προεῖναι διαφέρει λόγος.

---

Heraclides Ponticus Junior Gramm., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001691.
