# Fragmenta 19.9

Heraclides Ponticus Junior, Fragmenta, 19.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/19.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/19.9

XXIV. Περί φιλονεικίας Ἡρακλέους, καὶ XXV Περί Ἀλεξάνδρου μεγαλοφροσύνης εἰς τὸν Φωξίωνα, καὶ τούτου εἰς ἐκεῖνον. Ἀλέξανδρος ὁ Φιλίππου (εἰ δὲ τῷ δοκεῖ, ὁ τοῦ Λύδου, ἐμοὶ γὰρ οὐδὲν διαφέρει) Φωξίῳ μόνῳ, φασί, τῶν Ἀθηναίων στρατηγῷ γράφων, προσετίθει τὸ Χαίρειν· οὕτως ἤρα ἠξίει τὸν Μακεδόνα ὁ Φωξίων. Ἀλλὰ καὶ τάλαντα αὐτῷ ἀργυρίου ἐπεμψεν ἑκατὸν, καὶ πόλεις τέσσαρας ἀνέμασεν, ἣν ἡξίου μίαν, ἣν βούλεται, προελύσθαι αὐτὸν, ἵνα ἔχῃ καρποῦσθαι τὰς ἐκεῖθεν προσόδους. Ἦσαν δὲ αἱ πόλεις αἰδε, Κίος, Ἑλαία, Μίλασσα, Πάταρα. Ὁ μὲν οὖν Ἀλεξάνδρος μεγαλοφρόνως ταῦτα καὶ μεγαλοπρεπῶς· εἰ γε μὴν μεγαλοφρονέστερον ὁ Φωξίων, μήτε τὸ ἀργύριον προσέμενος, μήτε τὴν πόλιν. Ὡς δὲ μὴ δοκοῦν πάντη ὑπερφρονεῖν τοῦ Ἀλεξάνδρου, ἐτίμησεν αὐτὸν κατὰ τοῦτο· τοὺς ἐν τῇ ἄκρᾳ τῇ ἐν Σάμῳ δεδεμένους ἄνδρας ἠξίωσεν αὐτὸν ἀφεῖναι ἐλευθέρους αὐτῷ, Ἐχεκρατίδην τὸν σοφιστήν, καὶ Ἀθηνόδωρον τὸν Ἰμβριον, καὶ Δημόρατον, καὶ Σπάρτοντα· ἀδελφῷ δὲ ἤρα ἦστην οὗτοι Ῥοδίῳ.

---

Heraclides Ponticus Junior Gramm., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001691.
