# Fragmenta 204.6-205.2

Heraclides Ponticus Junior, Fragmenta, 204.6 to 205.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/204.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/204.6

XI Πῶς ὁ Μέτων ἐξῆύσατο ἑαυτὸν τῆς ἐξόδου, καὶ περὶ Ὀδυσσεύς μανίας. Μέτων δ᾿ ἀστρωνόμος, μελόντων ἐπὶ τὴν Σικελίαν πλεῖν τῶν Ἀθηναίων ἤδη τῶν στρατευμάτων, καὶ αὐτὸς εἰς ἥν τοῦ καταλῆγου. Σαφῶς δὲ ἐπιστάμενος τὰς μελλούσας τύχας, τὸν πλοῦν ἐφυλάττετο, δειδιώς, καὶ σπεύδων τῆς ἐξόδου ἑαυτὸν δύσασθαι. Ἐπεὶ δὲ οὐδὲν ἐπράττεν, ὑπεκρίνατο μανίαν· καὶ πολλὰ μὲν καὶ ἄλλα ἔδρασε, πιστώσασθαι τὴν τῆς νόσου δόξαν βουλόμενος, ἐν δὲ τοῖς καὶ τὴν συνοικίαν τὴν αὐτοῦ κατέπρησεν· ἐγενήθη δὲ αὐτῇ τῇ Ποικίλῃ. Καὶ ἐκ τούτου ἀφῆκον αὐτὸν οἱ Ἄρχοντες. Καὶ μοι δοκεῖ ὁ Μέτων ἄμεινον ὑποκρίνασθαι τὴν μανίαν τοῦ Ὀδυσσέως τοῦ Ἰθακησίου· ἐκεῖνον μὲν γὰρ ὁ Παλαμήδης κατεφώρασε, τοῦτον δὲ Ἀθηναῖον οὐδεὶς. XII. Περὶ Πτολεμαίου εὐεργεσίας. Πτολεμαῖον φασὶ τὸν Λάγυν, καταπλουτίζοντα τοὺς φίλους αὐτοῦ, ὑπεραἱρεῖν. Ἔλεγε δὲ ἄμεινον εἶναι πλουτίζειν, ἢ πλουτεῖν.

---

Heraclides Ponticus Junior Gramm., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001691.
