# Fragmenta 259.2

Heraclides Ponticus Junior, Fragmenta, 259.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/259.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/259.2

ΙΣΤΟΡΙΩΝ. ΟΤΙ Σαρδανάπαλος Ἀσσυρίων ἐβασίλευσεν, ἀπὸ τε Νίνου καὶ Σεμιράμews τὴν βασιλείαν παραδεξάμενος, οἴκησιν ἔχον ἐν Νίνῃ, ἔνδον τὸ σῦμπαν ἐν τοῖς βασιλείοις διατρίβων, ὄπλων μὲν οὐχ ἁπτόμενος, οὐδ’ ἐπὶ θήραν ἐξιὼν, ὥσπερ οἱ πάλαι βασιλεῖς, ἐγχρώμενος δὲ τὸ πρόσωπον, καὶ τοὺς ὀφθαλμοὺς ὑπογραφόμενος, πρὸς τε τὰς παλλακίδας ἐμιλλώμενος περὶ κάλλους καὶ ἐμπλοκῆς, τὸ τε σῦμπαν γυναικείῳ ἤθει χρῶμενος. Κατὰ δὲ τὰ πρότερον συντεταγμένα, ἐπὶ τὰς ὕδρας αὐτῷ παρῆσαν οἱ τε ἐκ τῶν ἄλλων ἐθνῶν Σατραπαί, ἄγοντες τὰς τε εἰρημένας δυνάμεις, καὶ δὴ Ἀρδάκης ὁ Μήδων ὑπαρχος, ἀνὴρ τὸν τε βίον σώφρων, καὶ πραγμάτων, εἰ δή τις ἄλλος, ἐμπειρος, τετριμμένος τε ἐν κυνηγεσίαις καὶ πολέμοις, καὶ πολλὰ μὲν πάλαι γενναῖα ἐξειργασμένος, πλεῖω δ’ ἐπὶ καὶ μεῖζω τότε διανοούμενος. Οὗτος ἀπῃκούς τὸν τε βίον καὶ τὰ ἤθη, οἷς χρῆται ὁ βασιλεύς, εἰς νοῦν ἐνεβάλετο καὶ ἐνεθυμήθη ἄρα,

---

Heraclides Ponticus Junior Gramm., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001691.
