# Fragmenta 263.1

Heraclides Ponticus Junior, Fragmenta, 263.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/263.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/263.1

ποιῶν ταῖς γυναιξίν, ὥσπερ ὁ δεσπότης προσέταξε. Καὶ οὐ πολλοῦ χρόνου γίνεται ἄνθρωπός τε λευκὸς καὶ ἀπαλὸς καὶ γυναικώδης, ἧδὲ τε καὶ ἐπιθάρσει πολὺ κάλλιον τῶν μουσουργῶν· οὐδεὶς τε ἂν ἴδων αὐτὸν λειτουργοῦντα ἐν συμποσίῳ Ναυάρα, οὐχὶ γυναῖκα ὑπέλαβε, καὶ πολὺ γε ἐκεῖνον εὐπρεπεστέρον, μετ’ ὧν ἐκάστοτε ἐλειτούργει. Βασιλεὺς δὲ ὁ Μήδων Ἀρταῖος, ἐπειδὴ πάντη μαστείων Παρσώνδην ἐξέκαμε, καὶ δῶρα προτεινών, εἰ τις αὐτὸν ἀνεῖροι ἢ ζῶντα ἢ τεθνεῶτα, ὑπέλαβέ που ἐν κυνηγesiᾳ ὑπὸ λεόντος, ἢ ἄλλου τοῦ θηρίου, καταβεβρώσθαι, καὶ μεγάλως ἐπ’ αὐτῷ ἡνύτο, ὥστε ἀνδρειοτάτῳ ὄντι. Ὡς δ’ ἑπτὰ ἔτη ἐγένετο αὐτῷ τοιαύτην δίαιταν ἔχοντι ἐν Βαβυλῶνι, τῶν εὐνούχων τινὰ ὁ Νάναρος μαστιγοῖ τε χαλεπῶς, καὶ τὸ σῶμα αἱκίζεται. Καὶ αὐτὸν ὁ Παρσώνδης, μεγάλας ἐλπίσιν ἐπάρας, ἀναπειθεῖ παρὰ τὸν Ἀρταῖον εἰς Μήδους ἀποδράναι, καὶ πάντα φράσαι τὰ περὶ αὐτὸν βασιλεῖ, ὡς ἐγὼ τε, καὶ λελώβηται, μετὰ μουσουργῶν δίαιταν ἔχων, Παρσώνδης δ’ σὺς φίλος ἐκεῖνος ὁ πολεμιστήριος. Καὶ ἐπειδὴ ταῦτ’ ἔφρασεν ὁ εὐνοῦχος βασιλεῖ, ἠσθλ τε ἄμα, καὶ μέγα στενάζας εἶπε, Θεῦ λῶβος ἄνδρὸς ἀγαθοῦ, πῶς ἠνέχετο ὁ Παρσώνδης, ὃν ἐγὼ οἶδα, θηλυνόμενος τὸ σῶμα ὑπὸ ἐχθροῦ; Καὶ ἄμα πέμπει τινὰ τῶν πιστοτάτων ἄγγαρον παρὰ τὸν Βαβυλώνιον (οὕτω γὰρ ἐκάλουν τοὺς βασιλίκους ἄγγελους). Ὁ δὲ Νάναρος ἀρικομένῳ τῷ ἄγγαρω, καὶ ἀπαιτοῦντι Παρσώνδην, ἐξαφνὸς γενόμενος, οἰδαμοῦ ἔφη ἐκεῖνον ἐωραχέναι, ἐξ οὗοῦ ἀφανὴς ἐγένετο. Ὡς

---

Heraclides Ponticus Junior Gramm., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001691.
