# Fragmenta 264.1

Heraclides Ponticus Junior, Fragmenta, 264.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/264.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/264.1

δὲ ταῦτα ἤκουσεν Ἀρταίος, ἕτερον ἐπεμψεν ἄγγαρον πολὺ μείζω τοῦ προτέρου καὶ δυνατώτερον· ἐπέστειλέ τε ἐν διφθέρᾳ, ὁμνῶντα τὴν Βαβυλωνίαν ἀπάτην, ὁπίσω ἀποπέμπειν τὸν ἄνδρα παρ’ ἑαυτόν, ὃν ταῖς μουσουργοῖς τε καὶ εὐνούχοις παρέδωκεν, ἥδι τὴν κεφαλὴν αὐτὸς οὐχ ἔχει. Ταῦτα ἔγραψε, καὶ ἄμα ἐκέλευσε τῷ ἄνδρι, εἰ μὴ παραδῷ Νάναρος τὸν Παρσώνδην, λαβόμενον τῆς ζωῆς ἄγειν αὐτὸν ἐπὶ θανάτῳ. Ἀφικομένου δὲ τοῦ δευτέρου ἀγγάρου εἰς Βαβυλῶνα, καὶ ταῦτα ἀπαγγειλάντος, ὁ Νάναρος, δεῖσας περὶ τῆς ψυχῆς, παραδώσειν τε ὑπέσχετο τὸν ἄνθρωπον, καὶ προσέτι, ἀπολογοῦμενος τῷ ἀγγάρῳ, πείσειν ἔφη βασιλέα, ὡς δικαίως μετήλθεν ἄνδρα ἀξέαντα μεγάλης ἀδικίας εἰς ἑαυτόν· πεπονθέναι γὰρ ἂν αὐτὸς ἐπ’ ἐκείνου χαλεπώτερα, εἰ μὴ βασιλεὺς ὁ δεσπότης αὐτοῦ ὑπερῆρχε τὴν δεξιάν. Ἐκ τούτου ἐπὶ πότον ἐτράπετο καὶ συνουσίαν, ἐστιῶν τὸν ἄγγαρον. Καὶ, τοῦ δείπνου παρακειμένου, εἰσελήλυθσαν αἱ μουσουργοί, ἑκατὸν καὶ πεντήκοντα γυναῖκες, μεθ’ ὧν ἦν καὶ Παρσώνδης. Καὶ αἱ μὲν ἐκιθάριζον, αἱ δ’ ἤυλον, αἱ δὲ ἐψαλλον, ἐν πάσαις δὲ διέπρεπε μάλιστα Παρσώνδης καὶ κάλλει καὶ τέχνῃ, γυνὴ καὶ αὐτὸς νομιζόμενος. Καὶ, ἐπεὶ δὴ δείπνου ἤδη εἶχον, ἤρετο ὁ Νάναρος τὸν ἄγγαρον, ἥτις αὐτῷ δοκῇ πασῶν προεῖναι εὐμορφία τε καὶ εὐμυσία. Ὁ δ’, οὐδὲν μελλήσας, ἔφη ἐκεῖνην, Παρσώνδην δεῖκνύς. Καὶ ὁ Νάναρος, κροτήσας τῷ χεῖρι, ἐγέλα ἐπὶ πολὺν χρόνον, καὶ εἶπε, Ταύτην ἤρα καὶ βούλει ἔχων εἰς νύκτα ἀναπαύεσθαι; Ὁ

---

Heraclides Ponticus Junior Gramm., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001691.
