# Fragmenta 278.1

Heraclides Ponticus Junior, Fragmenta, 278.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/278.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/278.1

Θήβης πεδίου. Ὁ δὲ, ὡς φασίν, ὑπὸ ἀκολασίας οὐχ οἶδός τε ἦν, καὶ πῶς διεβέβλητο πρὸς τὸν παῖδα. Βουλόμενος δὲ ἐν ταῖς τῷ ἔργῳ ἀπολύσασθαι τὰς αἰτίας, καὶ ἀπορῶν ὅπόθεν μισθώσαιτο ἐπικούρους (μισθωτοῖς γὰρ ἔχων), ἦλθεν ἐπὶ Σαδάττην τὸν ἔμπορον, πλουσιώτατον Λυδῶν ὄντα, δανείσασθαι βουλόμενος. Ὁ δὲ αὐτὸν πρῶτον ἀναμείνειν ἐκέλευσεν πρὸ τῶν Θυαῶν, ἄχρι λούσῃται· μετὰ δὲ, ἐντυχάνοντι ἀποκρίνεται, ὅτι πολλοὶ παῖδες εἰσιν Σαδάττη, οἷς πᾶσιν εἰ δεῖξοι αὐτὸν ἀργύριον διδόναι, οὐκ ἐξαρκέσει· οὐκοῦν δοῦναι δεομένῳ. Κροῖσος δὲ, ἀποτυχὼν τῶν ἀνθρώπων, εἰς Ἔφεσον ἀφιέσθαι κατὰ ζήτησιν ἀργυρίου. Καὶ τότε μὲν εὐξάσθαι τῇ Ἀρτέμιδι, εἰ βασιλεύσειε, τὸν οἶκον ἀπαντα καθιερώσειν τοῦ ἔμπορου. Ἦν δὲ τις Κροῖσω φίλος, ἄνηρ Ἰων, ὄνομα Παμφάης, υἱὸς Ὀχοχαρίδου ἐὼ μᾶλα εὐπόρου. Οὗτος ὁρῶν τὴν Κροῖσου σπουδήν, ἐδεῖτο τοῦ πατρὸς χιλίους στατῆρας δοῦναι· οἱ πᾶση μηχανῇ· τυχὼν δὲ παρ’ αὐτοῦ, δίδωσι Κροίσῳ. Ἀνθ’ ὧν μέγαν τε αὐτὸν Κροῖσος ὑστερὸν ἐποίησε, βασιλεὺς γενόμενος, καὶ εἰς τὴν ἀκρόπολιν εἰσαγαγὼν ἄμαξαν αὐτῷ ἔδωκεν μεστήν χρυσίου· τὸν δὲ τοῦ ἔμπορου οἶκον Ἀρτέμιδι καθιέρωσε, καὶ αὐτὰ τὰ θεμέλια ἀποδόμενος διὰ τὴν εὐχήν, ὡς μηδὲν λείποιτο. Ὁ δὲ Κροῖσος τοὺς χιλίους λαβὼν χρυσούς, στρατεύμαθ’ τε ἥγειρε, καὶ πρῶτος εἰς τὴν κυρίαν ἡμέραν ἀγῶνα ἔδειξε τῷ πατρὶ, καὶ συνεισέβαλεν εἰς τὴν Καρίαν. Κρεῖττων δὲ ἐς ἐκείνου τοῦ ἔργου τῶν αὐτὸν διαβαλλόντων γίνεται.

---

Heraclides Ponticus Junior Gramm., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001691.
