# Fragmenta 287.1

Heraclides Ponticus Junior, Fragmenta, 287.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/287.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/287.1

ἀφῆς ἐπράχθη διαθέσεως, καὶ εἰς ὁ τέλος ἔχωρησεν, ἀναλογιζόμενοι, μετριῶς αὐτὸ ἔφερον. Κατέσχηκε δ᾽ οὖν ἄνιχ χρόνον εἰς πολέμους, τοὺς μὲν ἄλλους εὐπειτέας, ἕνα δὲ τὸν πρὸς Σαβίνους μέγαν καὶ χαλεπόν. Οἱς ἅπασι τέλος ἐπηκολούθησαν εὐτυχῆς, ὥσπερ αὐτῷ τὰ μαντεῖαματα προεθέσπισε, πρὶν ἐπιχειρήσαι τῷ ἔργῳ, πόνους μὲν καὶ κινδύνους μεγάλους προσημαίνοντα, τὰς δὲ τελευταίας αὐτῷ ἔσεσθαι καλὰς. Ἦσαν δὲ αἱ πρῶται πόλεις ἀξέσαι τοῦ πολέμου Καυνὶν καὶ ἄλλαι, πρόφασιν μὲν ποιούμεναι τὴν ἄρπαγὴν τῶν παρθένων, καὶ τὸ μὴ λαβεῖν ὑπὲρ αὐτῶν δίκας· ὅς δὲ τἀληθὲς εἶχεν, ἀχθόμεναι τῇ κτίσει τε καὶ αὐξήσει τῆς Ῥώμης, δι᾽ ὀλίγου πολλὴ γενομένη, καὶ οὐκ ἀξιοῦσαι περιδεῖν κοινὸν ἐπὶ τοῖς περιοίκοις ἅπασιν κακὸν φύσμενον. Τέως μὲν οὖν πρὸς τὸ Σαβίνων ἔθνος ἀποστέλλουσαι πρεσβείας, ἐκείνους ἤξιουν τὴν ἡγεμονίαν τοῦ πολέμου παραλαβεῖν, ἰσχὺν τε μεγίστην ἔχοντας καὶ χρήμασι πλείοις δυναμένους, ἄρχειν τε ἀξιοῦντας τῶν πλησιοχῶρων, καὶ οὐκ ἐλάτιστα περιυβρισμένους τῶν ἄλλων· τῶν γὰρ ἠπαμένων αἱ πλείους ἦσαν ἐκείνων. Ἐπεὶ δ᾽ οὐδὲν ἐπείρανον, ἀντικαθισταμένων αὐταῖς τῶν παρὰ τοῦ Ῥωμύλου πρεσβείων καὶ θεραπευουσῶν λόγοις τε καὶ ἔργοις τὸ ἔθνος, ἀχθόμεναι τῇ τριβῇ τοῦ χρόνου, μελλόντων ἀεὶ τῶν Σαβίνων καὶ ἀναβυλλομένων εἰς χρόνους μακροὺς τὴν περὶ τοῦ πολέμου βουλήν, αὐταὶ καθ᾽ ἑαυτὰς ἔγνωσαν τοῖς Ῥωμαίοις πολεμεῖν, ἀποχρὴν οἴομεναι τὴν δύναμιν τὴν οἰκείαν, εἰ καθ

---

Heraclides Ponticus Junior Gramm., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001691.
