# Fragmenta 293.2

Heraclides Ponticus Junior, Fragmenta, 293.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/293.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/293.2

Ἐπεὶ δὲ κἄκεινον τὸν πόλεμον κατεργασάμενος Καῖσαρ ἐπανῆλθεν εἰς Ῥώμην, σφόδρα ὀλίγοις τῶν ὑποπεσόντων αἰχμαλώτων συγχούς, διὰ τὸ τοὺς προτέροις αὐτοὺς μὴ σεσωφρονῆσθαι πολέμοις, συνηνέχθη τοιόνδε. Ἦν εἰς τὰ μάλιστα Καίσαρι τῷ νέῳ συνήθης καὶ φίλος Ἀγρίππας, ἐν ταύτῃ τε παιδευθεὶς, καὶ τινα ἔχων ὑπερβολὴν ἐταιρείας. Τοῦτου ἀδελφὸς Κάτωνι συνήν, κατὰ τε φιλίαν σπουδιαζόμενος, καὶ τοῦ Λιβυκοῦ πολέμου κεκοινωνηκώς, τότε δ᾽ αἰχμάλωτος ἡρμείρος. Τοῦτον, οὐδὲν παρ ἑτέρου αἰτήσας Καῖσαρ᾽, ἐβούλετο μὲν ἐξαιτεῖσθαι, ὑπὸ δὲ αἰδοῦς ἤκνει, καὶ ἅμα δρῶν αὐτόν, ὡς διέκειτο πρὸς τοὺς ἐν ἐκείνῳ τῷ πολέμῳ ἐλαυκότας. Θαμβήσας δ᾽ οὖν ποτε, ἤτησε καὶ ἔτυχεν. Ἐφ᾽ οἷς περιχαρὴς ἦν τῷ αὐτοῦ φίλῳ τὸν ἀδελφὸν ἀνασσωκώς· ἐπηνεῖτο δὲ καὶ ὑπὸ τῶν ἄλλων, εἰς οὐδὲν πρότερον καταθήμενος τὴν αὐτοῦ σπουδὴν καὶ ἔτευξιν, ἢ εἰς φίλου σωτηρίαν.

---

Heraclides Ponticus Junior Gramm., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001691.
